19 Σχίσμα [v]οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς [w]ἀνοίγειν;
31 Ἐβάστασαν [mm]οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ [nn]καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός [oo]μου· διὰ ποῖον αὐτῶν ἔργον [pp]λιθάζετέ με; 33 Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι [qq]λέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ [rr]ὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε; 35 Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή— 36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; 37 Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις [ss]πιστεύσατε· ἵνα γνῶτε καὶ [tt]πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν [uu]αὐτῷ. 39 Ἐζήτουν §ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι 𝔐pt TH 29.9% ¦ ουν παλιν πιασαι αυτον ANT PCK 18.3% ¦ ουν αυτον παλιν πιασαι NA WH 11.9%οὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν [ww]Ἰωάννης τὸ πρῶτον βαπτίζων· καὶ [xx]ἔμεινεν ἐκεῖ. 41 Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτι [yy]Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπεν [zz]Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. 42 Καὶ []ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11 ->- a αλλα ¦ αλλ NA28
- b καλει ¦ φωνει CT
- c και ¦ — CT
- d προβατα ¦ παντα CT
- e εκβαλη ¦ εκβαλλη PCK
- f ακολουθησωσιν ¦ ακολουθησουσιν CT
- g παλιν αυτοις 83.7% ¦ αυτοις παλιν MSS 9.3% ¦ παλιν NA WH 0.5%
- h οτι 73.1% ¦ — WH 26.6%
- i ηλθον ¦ ηλθον προ εμου ANT CT PCK ¦ προ εμου ηλθον TR
- j μισθωτος δε ¦ μισθωτος NA SBL WH ¦ δε μισθωτος TH
- k εισι ¦ εστι CT
- l τα προβατα ¦ — CT
- m ο δε μισθωτος φευγει ¦ — CT
- n γινωσκω ¦ γεινωσκω TH
- o γινωσκομαι υπο των εμων ¦ γινωσκουσι με τα εμα NA SBL WH ¦ γεινωσκουσι με τα εμα TH
- p γινωσκει ¦ γεινωσκει TH
- q γινωσκω ¦ γεινωσκω TH
- r με δει ¦ δει με CT
- s γενησεται 97.7% ¦ γενησονται CT 2.1%
- t ο πατηρ με ¦ με ο πατηρ CT
- u αιρει ¦ ηρεν WH
- v ουν 92.2% ¦ — CT 1.2%
- w ανοιγειν ¦ ανοιξαι CT
- x δε ¦ τοτε CT
- y εγκαινια ¦ ενκαινια TH WH
- z ιεροσολυμοις ¦ τοις ιεροσολυμοις ANT CT TR
- aa και ¦ — CT
- bb σολομωνος ¦ του σολομωντος TR ¦ του σολομωνος ANT CT
- cc ειπε ¦ ειπον WH
- dd αλλ ¦ αλλα NA27 SBL TH WH
- ee ου γαρ ¦ οτι ουκ CT
- ff καθως ειπον υμιν 94.4% ¦ — CT 4.6%
- gg ακουει ¦ ακουουσι CT
- hh γινωσκω ¦ γεινωσκω TH
- ii ζωην αιωνιον διδωμι αυτοις 97% ¦ διδωμι αυτοις ζωην αιωνιον CT 1.7%
- jj ος 92.6% ¦ ο CT 0.5%
- kk μειζων παντων 97% ¦ παντων μειζων SBL TH 0.7% ¦ παντων μειζον NA WH 0.1%
- ll μου 98.8% ¦ — CT 0.9%
- mm ουν 92.3% ¦ — NA TH WH 1.2%
- nn καλα εργα εδειξα υμιν 87.2% ¦ εργα καλα εδειξα υμιν NA SBL TH 9.4% ¦ εργα εδειξα υμιν καλα WH 0.2%
- oo μου 99.4% ¦ — NA SBL WH 0.4%
- pp λιθαζετε με 98.8% ¦ εμε λιθαζετε CT 1%
- qq λεγοντες ¦ — CT
- rr υμων ¦ υμων οτι CT
- ss πιστευσατε ¦ πιστευετε CT
- tt πιστευσητε 94.4% ¦ γινωσκητε (γεινωσκητε TH) NA SBL WH 1.4%
- uu αυτω ¦ τω πατρι CT
- vv ουν παλιν αυτον πιασαι 32.8% ¦ παλιν αυτον πιασαι 𝔐pt TH 29.9% ¦ ουν παλιν πιασαι αυτον ANT PCK 18.3% ¦ ουν αυτον παλιν πιασαι NA WH 11.9%
- ww ιωαννης ¦ ιωανης WH
- xx εμεινεν ¦ εμενεν WH
- yy ιωαννης ¦ ιωανης WH
- zz ιωαννης ¦ ιωανης WH
- επιστευσαν πολλοι εκει εις αυτον ¦ πολλοι επιστευσαν εις αυτον εκει CT