5
Warning to the Rich
1 Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. 2 Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· 3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ. Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. 4 Ἰδού, ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ *απεστερημενος ¦ αφυστερημενος ECM† SBL WHἀπεστερημένος ἀφ᾽ ὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ [b]εἰσεληλύθασιν. 5 Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν [c]ὡς ἐν ἡμέρᾳ σφαγῆς. 6 Κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν.
Patience in Suffering
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Ἰδού, ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ [d]αὐτόν, [e]ἕως λάβῃ [f]ὑετὸν πρώϊμον καὶ ὄψιμον. 8 Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. 9 Μὴ στενάζετε [g]κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ [h]κριθῆτε· ἰδού, [i]ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 Ὑπόδειγμα λάβετε, [j]ἀδελφοί μου, τῆς κακοπαθείας, καὶ τῆς μακροθυμίας, τοὺς προφήτας οἳ ἐλάλησαν [k]τῷ ὀνόματι Κυρίου. 11 Ἰδού, μακαρίζομεν τοὺς [l]ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου *ιδετε ¦ ειδετε 𝔐pt ANT CT HF PCK TRἴδετε, ὅτι πολύσπλαγχνός [n]ἐστι καὶ [o]οἰκτίρμων.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναί, ναί, καὶ τὸ οὔ, οὔ· ἵνα μὴ [p]εἰς ὑπόκρισιν πέσητε.
The Prayer of Faith
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω. Εὐθυμεῖ τις; Ψαλλέτω. 14 Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτόν, ἀλείψαντες [q]αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· 15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 [r]Ἐξομολογεῖσθε ἀλλήλοις [s]τὰ παραπτώματα, καὶ [t]εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 [u]Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι· καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ. 18 Καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς †υετον εδωκε ¦ εδωκεν υετον ECM†ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
19 [w]Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 [x]γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει [y]ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
<- ΙΑΚΩΒΟΥ 4- a απεστερημενος ¦ αφυστερημενος ECM† SBL WH
- b εισεληλυθασιν ¦ εισεληλυθαν TH WH
- c ως ¦ — CT
- d αυτον ¦ αυτω ANT CT TR
- e εως ¦ εως αν PCK TR
- f υετον πρωιμον 85.9% ¦ υετον προιμον MSS 6.3% ¦ προιμον CT 0.2%
- g κατ αλληλων αδελφοι 78.5% ¦ αδελφοι κατ αλληλων CT 7.3% ¦ κατ αλληλων MSS 7.3%
- h κριθητε ¦ κατακριθητε TR
- i ο ¦ — ST
- j αδελφοι μου της κακοπαθειας ¦ αδελφοι της κακοπαθειας ECM PCK TH ¦ της κακοπαθειας αδελφοι μου TR ¦ αδελφοι της κακοπαθιας NA SBL WH
- k τω ¦ εν τω CT PCK
- l υπομενοντας ¦ υπομειναντας CT
- m ιδετε ¦ ειδετε 𝔐pt ANT CT HF PCK TR
- n εστι 87.7% ¦ εστιν ο κυριος ANT CT TR 11.3%
- o οικτιρμων ¦ οικτειρμων TH
- p εις υποκρισιν ¦ υπο κρισιν CT SCR
- q αυτον ¦ — WH
- r εξομολογεισθε ¦ εξομολογεισθε ουν CT
- s τα παραπτωματα 90.1% ¦ τας αμαρτιας CT 9.7%
- t ευχεσθε ¦ προσευχεσθε WH
- u ηλιας ¦ ηλειας WH
- v υετον εδωκε ¦ εδωκεν υετον ECM†
- w αδελφοι ¦ αδελφοι μου CT
- x γινωσκετω ¦ γινωσκετε WH
- y ψυχην 90.9% ¦ ψυχην αυτου CT 5.7%