4
Friendship with the World
1 Πόθεν πόλεμοι καὶ [a]μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. †ουκ εχετε 𝔐32 ¦ και ουκ εχετε 𝔐12 ANT ¦ ουκ εχετε δε TRοὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 [c]μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς §αν ουν 𝔐26 ¦ αν 𝔐18 ¦ εαν ουν CTἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ [e]κατῴκησεν ἐν ἡμῖν, 6 μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. 7 ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε [f]δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. 8 ἐγγίσατε τῷ Θεῷ, καὶ [g]ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος §μεταστραφητω ECM† ¦ μετατραπητω NA SBL WHμεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10 ταπεινώθητε ἐνώπιον [i]τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Speaking Evil Against One Another
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. [j]ὁ καταλαλῶν ἀδελφοῦ [k]καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς ἐστιν [l]ὁ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ [m]δὲ τίς εἶ †ος κρινεις ECM† ¦ ο κρινων CTὃς κρίνεις τὸν [o]ἕτερον;
Boasting About Tomorrow
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον [p]καὶ αὔριον [q]πορευσώμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν [r]ἕνα καὶ ἐμπορευσώμεθα καὶ κερδήσωμεν, 14 οἵτινες οὐκ ἐπίστασθε ‡το ¦ τα ECM† ¦ — WHτὸ τῆς αὔριον—ποία [t]γὰρ ἡ ζωὴ [u]ὑμῶν; ἀτμὶς γὰρ [v]ἔσται [w]ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα §δε και 𝔐26 ¦ δε 𝔐18 TR ¦ και CT ¦ — PCKδὲ καὶ ἀφανιζομένη— 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος [y]θελήσῃ, καὶ [z]ζήσωμεν καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς [aa]ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
<- ΙΑΚΩΒΟΥ ΕΠΙΣΤΟΛΗ 3ΙΑΚΩΒΟΥ ΕΠΙΣΤΟΛΗ 5 ->
- a μαχαι ¦ ποθεν μαχαι CT
- b ουκ εχετε 𝔐32 ¦ και ουκ εχετε 𝔐12 ANT ¦ ουκ εχετε δε TR
- c μοιχοι και 97.8% ¦ — CT 1.8%
- d αν ουν 𝔐26 ¦ αν 𝔐18 ¦ εαν ουν CT
- e κατωκησεν ¦ κατωκισεν CT
- f δε ¦ — ANT PCK TR
- g εγγιει ¦ εγγισει WH
- h μεταστραφητω ECM† ¦ μετατραπητω NA SBL WH
- i του ¦ — SBL TH WH
- j ο ¦ ο γαρ PCK
- k και 83.5% ¦ η CT 15.3%
- l ο νομοθετης ¦ ο νομοθετης και κριτης ANT CT PCK ¦ νομοθετης και κριτης SBL WH
- m δε ¦ — TR
- n ος κρινεις ECM† ¦ ο κρινων CT
- o ετερον ¦ πλησιον CT
- p και ¦ η CT SCR
- q πορευσωμεθα … ποιησωμεν … εμπορευσωμεθα … κερδησωμεν ¦ πορευσομεθα … ποιησομεν … εμπορευσομεθα … κερδησομεν ANT CT SCR
- r ενα ¦ — CT
- s το ¦ τα ECM† ¦ — WH
- t γαρ ¦ — CT
- u υμων ¦ ημων PCK
- v εσται ¦ εστιν PCK TR ¦ εστε CT
- w η ¦ — WH
- x δε και 𝔐26 ¦ δε 𝔐18 TR ¦ και CT ¦ — PCK
- y θεληση ¦ θελη WH
- z ζησωμεν … ποιησωμεν ¦ ζησομεν … ποιησομεν ANT CT SCR
- aa αλαζονειαις ¦ αλαζονιαις TH WH
Languages