Link to home pageLanguagesLink to all Bible versions on this site
4
Friendship with the World
1 Πόθεν πόλεμοι καὶ [a]μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, [b]οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 [c]Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς [d]ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. 5 Ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ [e]κατῴκησεν ἐν ἡμῖν. 6 Μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. 7 Ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητε δε ¦ — 𝔐pt ANT PCK TRδὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν. 8 Ἐγγίσατε τῷ Θεῷ, καὶ [g]ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος §μεταστραφητω ¦ μετατραπητω ECM NA SBL WHμεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10 Ταπεινώθητε ἐνώπιον *του ¦ — NA27 SBL TH WHτοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Speaking Evil Against One Another
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. [j]Ὁ καταλαλῶν ἀδελφοῦ, [k]καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. 12 Εἷς ἐστιν [l]ὁ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ [m]δὲ τίς εἶ ος κρινεις ¦ ο κρινων ECM NA SBL TH WHὃς κρίνεις τὸν [o]ἕτερον;
Boasting About Tomorrow
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον [p]καὶ αὔριον [q]πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ [r]ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν [s]ἕνα, καὶ [t]ἐμπορευσώμεθα, καὶ [u]κερδήσωμεν· 14 οἵτινες οὐκ ἐπίστασθε το ¦ τα ECM ¦ — WHτὸ τῆς αὔριον. Ποία [w]γὰρ ἡ ζωὴ [x]ὑμῶν; Ἀτμὶς γὰρ *εσται ¦ εστιν 𝔐pt PCK TR ¦ εστε CTἔσται [z]ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα [aa]δὲ καὶ ἀφανιζομένη. 15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος [bb]θελήσῃ, καὶ [cc]ζήσωμεν, καὶ [dd]ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο. 16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς [ee]ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

<- ΙΑΚΩΒΟΥ 3ΙΑΚΩΒΟΥ 5 ->