Link to home pageLanguagesLink to all Bible versions on this site
3
Taming the Tongue
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα [a]ληψόμεθα. 2 Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, [b]δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3 [c]Ἴδε, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν [d]πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4 Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ *σκληρων ανεμων ¦ ανεμων σκληρων ECM NA PCK SBL TH WHσκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου [f]ἂν ἡ ὁρμὴ τοῦ [g]εὐθύνοντος [h]βούληται. 5 Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστί, καὶ [i]μεγαλαυχεῖ.
Ἰδού, [j]ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει. 6 Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· [k]οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. 7 Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ· 8 τὴν δὲ γλῶσσαν οὐδεὶς [l]δύναται ἀνθρώπων δαμάσαι· [m]ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου. 9 Ἐν αὐτῇ εὐλογοῦμεν τὸν [n]Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας· 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. 11 Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; [o]Οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
The Wisdom from Above
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας. 14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ [p]ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, *αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16 Ὅπου γὰρ ζῆλος καὶ [r]ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος [s]καὶ ἀνυπόκριτος. 18 Καρπὸς δὲ [t]τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

<- ΙΑΚΩΒΟΥ 2ΙΑΚΩΒΟΥ 4 ->