5 Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. Οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς [h]τοῦ κόσμου πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 Ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς; 8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικόν, κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 εἰ δὲ [i]προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 Ὅστις γὰρ ὅλον τὸν νόμον [j]τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος. 11 Ὁ γὰρ εἰπών, Μὴ [k]μοιχεύσεις, εἶπε καί, Μὴ [l]φονεύσεις· εἰ δὲ οὐ *μοιχευσεις φονευσεις ¦ μοιχευεις φονευεις ECM† NA SBL TH WHμοιχεύσεις, φονεύσεις δέ, γέγονας παραβάτης νόμου. 12 Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 Ἡ γὰρ κρίσις [n]ἀνέλεος τῷ μὴ ποιήσαντι [o]ἔλεος· κατακαυχᾶται [p]ἔλεον κρίσεως.
18 Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου [w]ἐκ τῶν ἔργων [x]σου, κἀγὼ [y]δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν [z]μου. 19 Σὺ πιστεύεις ὅτι [aa]ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. 20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων [bb]νεκρά ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; 23 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. 24 Ὁρᾶτε [cc]τοίνυν ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον. 25 Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 Ὥσπερ [dd]γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ πίστις χωρὶς [ee]τῶν ἔργων νεκρά ἐστι.
<- ΙΑΚΩΒΟΥ 1ΙΑΚΩΒΟΥ 3 ->- a προσωποληψιαις ¦ προσωπολημψιαις CT
- b την ¦ — CT
- c και επιβλεψητε ¦ επιβλεψητε δε ECM NA SBL WH
- d εσθητα την λαμπραν ¦ λαμπραν εσθητα PCK
- e αυτω ¦ — CT
- f εκει η καθου ωδε 86.4% ¦ εκει η καθου NA27 TH 1% ¦ η καθου εκει ECM NA28 SBL WH 1%
- g και 70.3% ¦ — NA27 PCK SBL TH WH 27.3%
- h του κοσμου 89.6% ¦ του κοσμου τουτου TR 6.1% ¦ τω κοσμω CT 2.3%
- i προσωποληπτειτε ¦ προσωπολημπτειτε CT
- j τηρησει πταισει ¦ τηρηση πταιση ANT CT
- k μοιχευσεις ¦ μοιχευσης ANT CT PCK TR
- l φονευσεις ¦ φονευσης ANT CT PCK TR
- m μοιχευσεις φονευσεις ¦ μοιχευεις φονευεις ECM† NA SBL TH WH
- n ανελεος ¦ ανηλεος PCK ¦ ανιλεως TR
- o ελεος ¦ ελεος και TR
- p ελεον ¦ ελεος ANT CT TR
- q το ¦ — SBL WH
- r εχη ¦ εχει PCK
- s δε ¦ — CT
- t ωσι ¦ — NA27 SBL TH WH
- u το ¦ — SBL WH
- v εργα εχη ¦ εχη εργα CT
- w εκ 87.7% ¦ χωρις CT SCR 11.1%
- x σου ¦ — CT
- y δειξω σοι ¦ σοι δειξω CT
- z μου ¦ — CT
- aa ο θεος εις εστι 80.6% ¦ θεος εις εστι MSS 9.8% ¦ εις θεος εστι WH 4.1% ¦ εις εστιν ο θεος ECM NA SBL TH 1.8%
- bb νεκρα 98.2% ¦ αργη CT 1.6%
- cc τοινυν 86.9% ¦ — CT 11.7%
- dd γαρ ¦ — WH
- ee των ¦ — CT