3 Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς [b]αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· 5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται,
12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· 13 καὶ τροχιὰς ὀρθὰς [h]ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ [i]διὰ ταύτης μιανθῶσι [j]πολλοί· 16 μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς [k]ἀπέδοτο τὰ πρωτοτόκια [l]αὐτοῦ. 17 Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ [u]ἔφυγον, [v]τὸν ἐπὶ γῆς παραιτησάμενοι χρηματίζοντα, [w]πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾽ [x]οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων, Ἔτι ἅπαξ ἐγὼ [y]σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. 27 Τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ [z]τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι᾽ ἧς [aa]λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ [bb]αἰδοῦς καὶ εὐλαβείας· 29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
<- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13 ->- a κεκαθικεν ¦ εκαθισεν TR
- b αυτον 90.7% ¦ εαυτον NA TH 2.8% ¦ εαυτους SBL WH 1.1%
- c εις ¦ ει 𝔐pt ANT PCK TR
- d εστιν ¦ — CT
- e εστε και ουχ υιοι ¦ και ουχ υιοι εστε CT
- f πολλω ¦ πολυ δε NA ¦ πολυ SBL TH WH
- g δε ¦ μεν WH
- h ποιησατε ¦ ποιειτε CT
- i δια ταυτης 83.5% ¦ δι αυτης CT 15.7%
- j πολλοι ¦ οι πολλοι WH
- k απεδοτο ¦ απεδετο CT
- l αυτου ¦ εαυτου CT
- m ορει 93% ¦ — CT 2.1%
- n σκοτω 93% ¦ ζοφω CT 4.8%
- o μη ¦ — WH
- p λιθοβοληθησεται ¦ λιθοβοληθησεται η βολιδι κατατοξευθησεται TR
- q μωυσης ¦ μωσης TR
- r εν ουρανοις απογεγραμμενων ¦ απογεγραμμενων εν ουρανοις CT
- s κρειττον ¦ κρειττονα TR
- t τον ¦ το HF PCK SCR
- u εφυγον ¦ εξεφυγον CT
- v τον επι γης παραιτησαμενοι 86.3% ¦ επι γης παραιτησαμενοι τον CT 2.5% ¦ τον επι της γης παραιτησαμενοι ANT TR 0.7%
- w πολλω ¦ πολυ CT
- x ουρανων ¦ ουρανου PCK
- y σειω ¦ σεισω CT
- z των σαλευομενων την 93.6% ¦ την των σαλευομενων NA TH WH 3% ¦ των σαλευομενων SBL 1.4%
- aa λατρευομεν ¦ λατρευωμεν ANT NA SBL TR WH
- bb αιδους και ευλαβειας 89.7% ¦ ευλαβειας και δεους CT 1.8%