5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,
11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· 12 [h]αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, 13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. 14 Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· μετὰ γὰρ τὸ [i]προειρηκέναι,
26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28 Ἀθετήσας τις νόμον ‡μωυσεως ¦ μωσεως 𝔐pt TR ¦ μωυσεος PCKΜωϋσέως χωρὶς [p]οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει· 29 πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30 Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, [q]λέγει Κύριος· καὶ πάλιν, [r]Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. 31 Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· 33 τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. 34 Καὶ γὰρ τοῖς [s]δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν [t]ἑαυτοῖς κρείττονα ὕπαρξιν [u]ἐν οὐρανοῖς καὶ μένουσαν. 35 Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει [v]μισθαποδοσίαν μεγάλην. 36 Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
- a δυνανται ¦ δυναται ANT NA PCK SBL TR
- b κεκαθαρμενους ¦ κεκαθαρισμενους CT
- c θυσιαν και προσφοραν ¦ θυσιας και προσφορας CT
- d τον ¦ — CT
- e ο θεος το θελημα σου 71.2% ¦ το θελημα σου CT 14.6% ¦ το θελημα σου ο θεος MSS 5.1%
- f οι ¦ — ANT CT SCR
- g ιησου ¦ του ιησου ANT TR
- h αυτος ¦ ουτος CT
- i προειρηκεναι ¦ ειρηκεναι CT
- j των διανοιων 89.7% ¦ την διανοιαν CT 3.6%
- k μνησθω ¦ μνησθησομαι CT
- l ιησου ¦ του ιησου ANT
- m ερραντισμενοι ¦ ρεραντισμενοι CT
- n λελουμενοι ¦ λελουσμενοι NA SBL WH
- o μωυσεως ¦ μωσεως 𝔐pt TR ¦ μωυσεος PCK
- p οικτιρμων ¦ οικτειρμων TH
- q λεγει κυριος 95.7% ¦ — CT 4.2%
- r κυριος κρινει ¦ κρινει κυριος CT
- s δεσμοις μου 91% ¦ δεσμιοις CT 6.6%
- t εαυτοις κρειττονα ¦ εν εαυτοις κρειττονα ANT TR ¦ εαυτους κρειττονα NA SBL ¦ εαυτους κρεισσονα TH WH
- u εν ουρανοις 93.6% ¦ — CT 1.7%
- v μισθαποδοσιαν μεγαλην ¦ μεγαλην μισθαποδοσιαν CT
- w χρονιει ¦ χρονισει CT
- x δικαιος ¦ δικαιος μου CT