Link to home pageLanguagesLink to all Bible versions on this site

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

1
God Has Spoken Through His Son
1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ [a]ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, 2 ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ [b]τοὺς αἰῶνας ἐποίησεν, 3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως [c]αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν [d]ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
The Son Is Superior to Angels
5 Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων,
 
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε;
 
Καὶ πάλιν,
 
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα,
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
 
6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει,
 
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
 
7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
 
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
 
8 πρὸς δὲ τὸν υἱόν,
 
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ [e]αἰῶνος·
[f]ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας [g]σου.
9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν·
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου,
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
 
10 Καί,
 
Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις·
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις [h]αὐτούς,
καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ,
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
 
13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε,
 
Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
 
14 Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2 ->