2 Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 Κατηργήθητε ἀπὸ [b]τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ‡εξεπεσατε ¦ εξεπεσετε 𝔐pt HF PCK ἐξεπέσατε. 5 Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς [d]ἐνέκοψε [e]τῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8 Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις [f]ἂν ᾖ. 11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ [g]πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς §εαυτον ¦ σεαυτον 𝔐pt ANT CT HF PCK ἑαυτόν. 15 Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ [i]ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ [w]γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
<- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6 ->- a ουν η χριστος ημας ηλευθερωσε στηκετε 65% ¦ ημας χριστος ηλευθερωσε στηκετε ουν CT 1%
- b του ¦ — CT
- c εξεπεσατε ¦ εξεπεσετε 𝔐pt HF PCK
- d ενεκοψε ¦ ανεκοψε TR
- e τη ¦ — WH
- f αν ¦ εαν CT
- g πληρουται ¦ πεπληρωται CT
- h εαυτον ¦ σεαυτον 𝔐pt ANT CT HF PCK
- i υπο ¦ υπ ANT CT
- j δε ¦ γαρ CT
- k αντικειται αλληλοις ¦ αλληλοις αντικειται CT
- l αν ¦ εαν CT
- m μοιχεια ¦ — CT
- n ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH
- o φαρμακεια ¦ φαρμακια WH
- p ερεις ¦ ερις CT PCK
- q ζηλοι ¦ ζηλος CT
- r εριθειαι ¦ εριθιαι WH
- s φονοι ¦ — NA SBL WH
- t και ¦ — CT
- u πραοτης ¦ πραυτης CT
- v χριστου ¦ χριστου ιησου NA TH WH
- w γινωμεθα ¦ γεινωμεθα TH