1 Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· 2 *αλλα ¦ αλλ NA28 PCKἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου [b]ἦμεν δεδουλωμένοι· 4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας [c]ὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. 7 Ὥστε οὐκέτι εἶ δοῦλος, §αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος [e]Θεοῦ διὰ Χριστοῦ.
12 [h]Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. 14 Καὶ τὸν πειρασμόν [i]μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, †αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 [k]Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες [l]ἂν ἐδώκατέ μοι. 16 Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, *αλλα ¦ αλλ NA28ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 Καλὸν δὲ [n]τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19 [o]Τεκνία μου, οὓς πάλιν ὠδίνω, [p]ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
- a αλλα ¦ αλλ NA28 PCK
- b ημεν ¦ ημεθα NA SBL WH
- c υμων ¦ ημων CT
- d αλλ ¦ αλλα NA27 SBL TH WH
- e κληρονομος θεου δια χριστου 72.6% ¦ κληρονομος θεου δια ιησου χριστου MSS 14.8% ¦ κληρονομος κληρονομος μεν θεου συγκληρονομος δε χριστου MSS 6.1% ¦ κληρονομος δια θεου CT 1%
- f μη φυσει ¦ φυσει μη CT
- g δουλευειν ¦ δουλευσαι WH
- h γινεσθε ¦ γεινεσθε TH
- i μου τον 83.7% ¦ τον MSS 11.4% ¦ υμων CT 1.1%
- j αλλ ¦ αλλα NA27 SBL WH
- k τις ουν ην ¦ που ουν CT
- l αν ¦ — CT
- m αλλα ¦ αλλ NA28
- n το ¦ — CT
- o τεκνια ¦ τεκνα NA SBL
- p αχρις ¦ μεχρις CT
- q δια της ¦ δι CT
- r δυο ¦ αι δυο TR
- s σινα ¦ σεινα TH
- t γαρ 90% ¦ δε NA SBL WH 5.1%
- u σινα ¦ σεινα TH
- v συστοιχει ¦ συνστοιχει WH
- w δε ¦ γαρ CT
- x παντων ¦ — CT
- y ημεις … εσμεν ¦ υμεις … εστε NA SBL TH
- z γαρ μη ¦ μη γαρ ANT
- aa κληρονομηση ¦ κληρονομησει ANT CT
- bb αρα ¦ διο CT