1 [a]Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν [b]ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
3 Πορνεία δὲ καὶ [c]πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· 4 καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, [d]τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία. 5 Τοῦτο γάρ [e]ἐστε [f]γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, [g]ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας [aa]ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· 26 ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ [bb]αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾽ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 Οὕτως ὀφείλουσιν [cc]οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα [dd]ἐμίσησεν, ‡αλλ ¦ αλλα NA27 PCK SBL TH WHἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ [ff]Κύριος τὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, [gg]ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. 31 Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα [hh]αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται [ii]πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾽ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
<- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6 ->- a γινεσθε ¦ γεινεσθε TH
- b ημας … ημων ¦ υμας … υμων WH
- c πασα ακαθαρσια ¦ ακαθαρσια πασα CT
- d τα ουκ ανηκοντα ¦ α ουκ ανηκεν CT
- e εστε ¦ ιστε CT PCK
- f γινωσκοντες ¦ γεινωσκοντες TH
- g ος ¦ ο CT
- h απειθειας ¦ απειθιας WH
- i γινεσθε ¦ γεινεσθε TH
- j συμμετοχοι ¦ συνμετοχοι TH WH
- k πνευματος 93.9% ¦ φωτος CT 5.4%
- l συγκοινωνειτε ¦ συνκοινωνειτε TH WH
- m γινομενα ¦ γεινομενα TH
- n εγειρε ¦ εγειραι PCK TR
- o πως ακριβως ¦ ακριβως πως CT
- p γινεσθε ¦ γεινεσθε TH
- q συνιεντες ¦ συνιετε CT
- r ψαλμοις ¦ εν ψαλμοις NA
- s ψαλλοντες εν 85.7% ¦ εν MSS 8.1% ¦ ψαλλοντες CT 0.8%
- t χριστου ¦ θεου 𝔐pt HF PCK TR
- u υποτασσεσθε 84.7% ¦ υποτασσεσθωσαν TH 8.5% ¦ — NA SBL WH 0.3%
- v ανηρ ¦ ο ανηρ ANT TR
- w και αυτος εστι ¦ αυτος CT
- x αλλ ¦ αλλα NA27 SBL TH WH
- y ωσπερ ¦ ως CT
- z ιδιοις ¦ — CT
- aa εαυτων ¦ — CT
- bb αυτην ¦ αυτος CT
- cc οι ¦ και οι CT
- dd εμισησεν ¦ εμεισησεν TH
- ee αλλ ¦ αλλα NA27 PCK SBL TH WH
- ff κυριος ¦ χριστος CT
- gg εκ της σαρκος αυτου και εκ των οστεων αυτου 91.7% ¦ — CT 2.5%
- hh αυτου ¦ — CT
- ii προς την γυναικα ¦ τη γυναικι SBL