5 Νεκρώσατε οὖν τὰ μέλη [c]ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν [d]εἰδωλολατρεία, 6 δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ [e]ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν [f]αὐτοῖς. 8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, 10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ [g]τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα §οικτιρμου 𝔐pt ¦ οικτιρμων 𝔐pt TR ¦ οικτειρμου THοἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, [i]πρᾳότητα, μακροθυμίαν· 13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ [j]Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, [k]ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. 15 Καὶ ἡ εἰρήνη τοῦ [l]Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι [m]γίνεσθε. 16 Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς, [n]καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν [o]χάριτι ᾄδοντες ἐν [p]τῇ καρδίᾳ ὑμῶν τῷ [q]Κυρίῳ. 17 Καὶ πᾶν ὅ τι [r]ἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ [s]καὶ πατρὶ δι᾽ αὐτοῦ.
- a τω 𝔐pt ¦ — 𝔐pt
- b ημων ¦ υμων NA SBL TH
- c υμων ¦ — CT
- d ειδωλολατρεια ¦ ειδωλολατρια ANT NA PCK SBL WH
- e επι τους υιους της απειθειας ¦ — WH
- f αυτοις ¦ τουτοις CT
- g τα ¦ — TH WH
- h οικτιρμου 𝔐pt ¦ οικτιρμων 𝔐pt TR ¦ οικτειρμου TH
- i πραοτητα ¦ πραυτητα CT
- j χριστος ¦ κυριος CT
- k ητις ¦ ο CT
- l θεου 95.2% ¦ χριστου CT 4.8%
- m γινεσθε ¦ γεινεσθε TH
- n και υμνοις και ¦ υμνοις CT
- o χαριτι ¦ τη χαριτι NA
- p τη καρδια ¦ ταις καρδιαις CT
- q κυριω ¦ θεω CT
- r αν ¦ εαν CT
- s και ¦ — CT
- t ιδιοις 𝔐pt ¦ — 𝔐pt ANT CT
- u εστιν ευαρεστον ¦ ευαρεστον εστιν CT
- v εν ¦ τω ANT TR
- w οφθαλμοδουλειαις ¦ οφθαλμοδουλιαις ANT PCK SBL WH ¦ οφθαλμοδουλια NA
- x θεον ¦ κυριον CT
- y και παν ο τι εαν 59.6% ¦ και παν ο τι αν MSS 13.9% ¦ και παν ο εαν MSS 9.5% ¦ ο εαν CT 2.9%
- z ληψεσθε ¦ αποληψεσθε ANT TR ¦ απολημψεσθε CT
- aa γαρ ¦ — CT
- bb δε ¦ γαρ CT
- cc κομιειται ¦ κομισεται NA SBL WH
- dd προσωποληψια ¦ προσωπολημψια CT
Languages