7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8 Ἀπεκρίθη δὲ [h]αὐτῇ [i]ὁ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναί, τοσούτου. 9 Ὁ δὲ Πέτρος [j]εἶπε πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. 10 Ἔπεσε δὲ παραχρῆμα ‡παρα ¦ προς ECM† NA SBL TH WHπαρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, 28 λέγων, †ου ¦ — ECM† SBL TH WHΟὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 Ἀποκριθεὶς δὲ [ii]Πέτρος καὶ οἱ ἀπόστολοι [jj]εἶπον, Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31 Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, [kk]δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖς ἐσμεν †αυτου ¦ — ECM† NA SBL TH WHαὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα [mm]δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ §ακουοντες ¦ ακουσαντες 𝔐pt ANT CT HF TRἀκούοντες διεπρίοντο, καὶ [oo]ἐβουλεύοντο ἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ [pp]τι τοὺς [qq]ἀποστόλους ποιῆσαι. 35 Εἶπέ τε πρὸς αὐτούς, Ἄνδρες [rr]Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ [ss]προσεκλήθη [tt]ἀριθμὸς ἀνδρῶν [uu]ὡσεὶ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησε λαὸν [vv]ἱκανὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ *εασατε ¦ αφετε ECM† NA SBL TH WHἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ [xx]βουλὴ ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ [yy]δύνασθε καταλῦσαι [zz]αὐτό, μήποτε καὶ θεομάχοι εὑρεθῆτε. 40 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, []δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν []αὐτούς. 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ‡υπερ του ονοματος του ιησου κατηξιωθησαν ¦ υπερ του ονοματος αυτου κατηξιωθησαν 𝔐pt ANT TR ¦ κατηξιωθησαν υπερ του ονοματος του χριστου PCK ¦ κατηξιωθησαν υπερ του ονοματος CTὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν ἀτιμασθῆναι. 42 Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι []Ἰησοῦν τὸν Χριστόν.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 6 ->- a σαπφειρη ¦ σαπφειρα PCK TH ¦ σαπφιρη ECM NA SBL
- b συνειδυιας ¦ συνειδυιης CT
- c αυτου ¦ — CT
- d πετρος ¦ ο πετρος CT
- e σε ¦ — ANT CT TR
- f ο ¦ — TR
- g ταυτα ¦ — CT
- h αυτη ¦ προς αυτην CT
- i ο ¦ — CT
- j ειπε ¦ — CT
- k παρα ¦ προς ECM† NA SBL TH WH
- l εγινετο ¦ εγενετο 𝔐pt PCK ST
- m εν τω λαω πολλα ¦ πολλα εν τω λαω CT
- n απαντες ¦ παντες WH
- o σολομωντος ¦ σολομωνος PCK
- p κατα ¦ και εις CT
- q κλινων ¦ κλιναριων CT
- r κραββατων ¦ κραβαττων ANT CT
- s πετρου ¦ του πετρου PCK
- t επισκιαση ¦ επισκιασει WH
- u εις ¦ — CT
- v οιτινες ¦ και PCK
- w αυτων ¦ — ECM† NA SBL TH WH
- x της ¦ — CT
- y ηνοιξε ¦ ανοιξας ECM† NA
- z υπηρεται παραγενομενοι ¦ παραγενομενοι υπηρεται CT PCK
- aa μεν ¦ — CT
- bb εστωτας ¦ εξω εστωτας TR
- cc προ ¦ επι ECM† NA SBL TH WH
- dd ιερευς και ο 81.7% ¦ — CT 8.1%
- ee οτι ¦ λεγων οτι TR
- ff ηγαγεν ¦ ηγεν NA TH WH
- gg ινα ¦ — CT
- hh ου ¦ — ECM† SBL TH WH
- ii πετρος ¦ ο πετρος TR
- jj ειπον ¦ ειπαν CT
- kk δουναι ¦ του δουναι NA SBL WH
- ll αυτου ¦ — ECM† NA SBL TH WH
- mm δε ¦ — CT
- nn ακουοντες ¦ ακουσαντες 𝔐pt ANT CT HF TR
- oo εβουλευοντο ¦ εβουλοντο NA SBL TH WH
- pp τι ¦ — CT
- qq αποστολους 98.3% ¦ ανθρωπους CT 1.1%
- rr ισραηλιται ¦ ισραηλειται TH WH
- ss προσεκληθη ¦ προσεκλιθη ANT CT PCK ¦ προσεκολληθη TR
- tt αριθμος ανδρων ¦ ανδρων αριθμος CT
- uu ωσει ¦ ως CT PCK
- vv ικανον ¦ — CT
- ww εασατε ¦ αφετε ECM† NA SBL TH WH
- xx βουλη ¦ βουλη αυτη ANT CT TR
- yy δυνασθε ¦ δυνησεσθε CT PCK
- zz αυτο ¦ αυτους CT
- δειραντες ¦ δηραντες PCK
- αυτους ¦ — CT
- υπερ του ονοματος του ιησου κατηξιωθησαν ¦ υπερ του ονοματος αυτου κατηξιωθησαν 𝔐pt ANT TR ¦ κατηξιωθησαν υπερ του ονοματος του χριστου PCK ¦ κατηξιωθησαν υπερ του ονοματος CT
- ιησουν τον χριστον ¦ τον χριστον ιησουν CT PCK