5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ [e]πρεσβυτέρους καὶ [f]γραμματεῖς [g]εἰς Ἱερουσαλήμ, 6 καὶ [h]Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. 7 Καὶ στήσαντες αὐτοὺς ἐν *μεσω ¦ τω μεσω ANT ECM† NA SBL TH TR WHμέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8 Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι [j]τοῦ Ἰσραήλ, 9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος [k]σέσῳσται· 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν [l]οἰκοδομούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12 Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· *ουτε ¦ ουδε ANT ECM† NA PCK SBL TH WHοὔτε γὰρ ὄνομά †εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον 𝔐pt ANT ECM† HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM† PCKἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ [o]Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14 Τὸν [p]δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα [q]τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, [r]συνέβαλλον πρὸς ἀλλήλους, 16 λέγοντες, Τί ‡ποιησομεν ¦ ποιησωμεν 𝔐pt ECM† HF NA SBL TH WHποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε δι᾽ αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα [t]ἀρνήσασθαι. 17 Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, [u]ἀπειλῇ †απειλησομεθα ¦ απειλησωμεθα 𝔐pt ANT CT HF PCK TRἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ [w]ἀνθρώπων. 18 Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν [x]αὐτοῖς [y]τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19 Ὁ δὲ Πέτρος καὶ [z]Ἰωάννης ἀποκριθέντες [aa]πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. 20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ἃ [bb]εἴδομεν καὶ [cc]ἠκούσαμεν, μὴ λαλεῖν. 21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς †κολασονται ¦ κολασωνται ECM† NA SBL TH TR WHκολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. 22 Ἐτῶν γὰρ ἦν πλειόνων [ee]τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν [ff]ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
- a ιερεις ¦ αρχιερεις WH
- b των ¦ την εκ CT TR
- c ο ¦ — WH
- d ωσει ¦ ως NA SBL TH WH
- e πρεσβυτερους ¦ τους πρεσβυτερους ANT CT
- f γραμματεις ¦ τους γραμματεις CT
- g εις ¦ εν CT PCK
- h ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος CT
- i μεσω ¦ τω μεσω ANT ECM† NA SBL TH TR WH
- j του ισραηλ 96.9% ¦ — CT 1.8%
- k σεσωσται ¦ σεσωται ECM NA
- l οικοδομουντων ¦ οικοδομων CT
- m ουτε ¦ ουδε ANT ECM† NA PCK SBL TH WH
- n εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον 𝔐pt ANT ECM† HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM† PCK
- o ιωαννου ¦ ιωανου WH
- p δε ¦ τε CT
- q τον ¦ — PCK
- r συνεβαλλον ¦ συνεβαλον TR
- s ποιησομεν ¦ ποιησωμεν 𝔐pt ECM† HF NA SBL TH WH
- t αρνησασθαι ¦ αρνεισθαι CT
- u απειλη ¦ — CT
- v απειλησομεθα ¦ απειλησωμεθα 𝔐pt ANT CT HF PCK TR
- w ανθρωπων ¦ ανθρωπω PCK
- x αυτοις ¦ — CT
- y το ¦ — WH
- z ιωαννης ¦ ιωανης WH
- aa προς αυτους ειπον ¦ ειπον προς αυτους ECM NA SBL TH ¦ ειπαν προς αυτους WH
- bb ειδομεν ¦ ειδαμεν CT
- cc ηκουσαμεν ¦ α ηκουσαμεν PCK
- dd κολασονται ¦ κολασωνται ECM† NA SBL TH TR WH
- ee τεσσαρακοντα ¦ τεσσερακοντα CT
- ff εγεγονει ¦ γεγονει ECM NA SBL WH
- gg απηγγειλαν ¦ ανηγγειλαν PCK
- hh ειπον ¦ ειπαν CT
- ii ειπον ¦ ειπαν CT
- jj ο θεος ¦ — ANT ECM† NA SBL TH WH
- kk δια στοματος δαυιδ (δαβιδ HF) 64% ¦ δια στοματος δαβιδ του TR 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ TH WH) ECM NA SBL 5.2%
- ll επι ¦ εν τη πολει ταυτη επι CT
- mm πιλατος ¦ πειλατος WH
- nn σου ¦ — ECM† SBL WH
- oo σου ¦ — WH
- pp πνευματος αγιου ¦ του αγιου πνευματος CT
- qq η ¦ — ECM† NA SBL TH WH
- rr η ¦ — ECM† NA SBL TH WH
- ss ουδε ¦ ουδ SCR
- tt αυτων ¦ αυτω 𝔐pt ANT CT PCK TR
- uu απαντα ¦ παντα SBL WH
- vv μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM† NA PCK SBL TH WH
- ww το μαρτυριον οι αποστολοι ¦ οι αποστολοι το μαρτυριον PCK
- xx της αναστασεως του κυριου ιησου 78.4% ¦ της αναστασεως του κυριου ιησου χριστου MSS 16.3% ¦ του κυριου ιησου της αναστασεως ECM† WH 0.2%
- yy υπηρχεν 73.8% ¦ ην CT PCK 24.4%
- zz διεδιδοτο ¦ διεδιδετο CT
- ιωσης ¦ ιωσηφ CT
- απο ¦ υπο TR
- λευιτης ¦ λευειτης WH
- παρα ¦ προς ECM NA