9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ [l]φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 Ὁ δὲ *εκατονταρχης ¦ εκατονταρχος 𝔐pt PCK TRἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ [n]ἐπείθετο μᾶλλον ἢ τοῖς ὑπὸ ‡του ¦ — ECM† NA SBL TH WHτοῦ Παύλου λεγομένοις. 12 Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ [p]πλείους ἔθεντο βουλὴν ἀναχθῆναι [q]κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
21 Πολλῆς [y]δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23 Παρέστη γάρ μοι [z]ταύτῃ τῇ νυκτὶ [aa]ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, 24 λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι. 26 Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοβούμενοί τε [bb]μήπως εἰς τραχεῖς τόπους [cc]ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ [dd]πρῴρας [ee]μελλόντων ἀγκύρας ἐκτείνειν, 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι [ff]μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 Τότε [gg]οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Ἄχρι δὲ οὗ †ημελλεν ημερα ¦ εμελλεν ημερα 𝔐pt ANT PCK TR ¦ ημερα ημελλε CTἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, [ii]μηδὲν προσλαβόμενοι. 34 Διὸ παρακαλῶ ὑμᾶς [jj]προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς [kk]ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ [ll]ἐκ τῆς κεφαλῆς πεσεῖται. 35 [mm]Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 §ημεν ¦ ημεθα ECM† NA SBL TH WHἮμεν δὲ [oo]ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, [pp]διακόσιαι ἑβδομήκοντα ἕξ. 38 Κορεσθέντες δὲ ‡της ¦ — 𝔐pt ANT CT PCK TRτῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
- a σπειρης ¦ σπειρας PCK
- b αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WH
- c μελλοντες πλειν ¦ μελλοντι πλειν εις CT
- d τους ¦ — ST
- e πορευθεντα ¦ πορευθεντι CT
- f κατηλθομεν ¦ κατηχθημεν PCK ¦ κατηλθαμεν WH
- g μυρα ¦ μυρρα WH
- h εκατονταρχος ¦ εκατονταρχης ANT CT
- i την ¦ — PCK
- j ην πολις ¦ πολις ην NA
- k λασαια ¦ λασεα TH WH
- l φορτιου ¦ φορτου ANT PCK TR
- m εκατονταρχης ¦ εκατονταρχος 𝔐pt PCK TR
- n επειθετο μαλλον ¦ μαλλον επειθετο CT
- o του ¦ — ECM† NA SBL TH WH
- p πλειους ¦ πλειονες CT
- q κακειθεν ¦ εκειθεν CT PCK
- r ἆσσον ¦ Ἄσσον ST
- s ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8%
- t κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα TH
- u μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CT
- v συρτην ¦ συρτιν ANT CT PCK TR
- w ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WH
- x πασα ελπις ¦ ελπις πασα ECM† NA SBL TH WH
- y δε ¦ τε CT
- z ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TR
- aa αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WH
- bb μηπως εις ¦ μη που κατα CT
- cc εκπεσωμεν ¦ εκπεσωσιν ST
- dd πρωρας ¦ πρωρης ECM NA SBL WH
- ee μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CT
- ff μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCK
- gg οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CT
- hh ημελλεν ημερα ¦ εμελλεν ημερα 𝔐pt ANT PCK TR ¦ ημερα ημελλε CT
- ii μηδεν ¦ μηθεν CT
- jj προσλαβειν ¦ μεταλαβειν ANT CT PCK
- kk υμετερας ¦ ημετερας PCK
- ll εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CT
- mm ειπων ¦ ειπας CT
- nn ημεν ¦ ημεθα ECM† NA SBL TH WH
- oo εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CT
- pp διακοσιαι ¦ ως WH
- qq της ¦ — 𝔐pt ANT CT PCK TR
- rr εβουλευσαντο ¦ εβουλευοντο CT
- ss δυνατον ¦ δυναιντο ANT CT TR
- tt εξωσαι ¦ εκσωσαι WH
- uu αρτεμονα ¦ αρτεμωνα ANT CT
- vv επωκειλαν ¦ επεκειλαν CT
- ww εμεινεν ¦ εμενεν PCK
- xx των κυματων 97.2% ¦ — SBL WH 1.2%
- yy διαφυγη ¦ διαφυγοι ANT TR
- zz εκατονταρχος ¦ εκατονταρχης ANT CT
- απορριψαντας ¦ αποριψαντας CT