Link to home pageLanguagesLink to all Bible versions on this site
24
The Accusation Against Paul
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ [a]τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ [b]κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4 Ἵνα δὲ μὴ ἐπὶ [c]πλεῖόν σε [d]ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ [e]ἐπιεικείᾳ. 5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ [f]κινοῦντα [g]στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ §εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι (κρινειν ANT TR 1%) 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε (σου MSS 5.7%) παρ ECM 9.3% {Note: The longer text is found in 43.9% of manuscripts in eighteen different readings. As a whole, the longer reading has the 𝔐pt label. The reading printed in ECM is enclosed with double brackets.}ἐκρατήσαμεν· 8 παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.

9 [i]Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.

Paul's Defense Before Felix
10 Ἀπεκρίθη [j]δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε [k]κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, [l]εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου [m]γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι [n]δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων [o]ἐν Ἱερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ [p]ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 *ουτε ¦ ουδε ECM NA SBL TH WHΟὔτε [r]παραστῆσαί με [s]δύνανται περὶ ὧν [t]νῦν κατηγοροῦσί μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς [u]προφήταις γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι [v]νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ [w]δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν [x]ἔχων [y]πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Δι᾽ ἐτῶν δὲ πλειόνων [z]παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· 18 ἐν [aa]οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, [bb]τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς [cc]δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός [dd]με. 20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, [ee]τί εὗρον [ff]ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς [gg]ἔκραξα [hh]ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον [ii]ὑφ᾽ ὑμῶν.

22 [jj]Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, [kk]εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· 23 διαταξάμενός [ll]τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι [mm]τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν [nn]ἢ προσέρχεσθαι αὐτῷ.

Paul Held in Custody
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ *γυναικι ¦ γυναικι αυτου ANT ECM TR ¦ ιδια γυναικι ECM NA SBL TH WHγυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς [pp]Χριστὸν πίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος [qq]ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα [rr]καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, [ss]ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον [tt]αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ¦ δε ANT ECM PCKτε [vv]χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25 ->