Link to home pageLanguagesLink to all Bible versions on this site
23
1 Ἀτενίσας δὲ [a]ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3 Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4 Οἱ δὲ παρεστῶτες [b]εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; 5 Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται [c]γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.

6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ [d]Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, [e]ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς [f]Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [g]ἐγὼ κρίνομαι. 7 Τοῦτο δὲ αὐτοῦ [h]λαλήσαντος, ἐγένετο στάσις τῶν *φαρισαιων ¦ φαρισαιων και των σαδδουκαιων 𝔐pt ANT HF PCK TR ¦ φαρισαιων και σαδδουκαιων CTΦαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι [j]μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, [k]μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. 9 Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες [l]οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, [m]μὴ θεομαχῶμεν. 10 Πολλῆς δὲ [n]γενομένης στάσεως, [o]εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα [p]καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν [q]τε εἰς τὴν παρεμβολήν.

11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει [r]Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

The Plot to Kill Paul
12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές [s]τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, [t]λέγοντες μήτε φαγεῖν μήτε [u]πιεῖν ἕως οὗ [v]ἀποκτείνωσι τὸν Παῦλον. 13 Ἦσαν δὲ πλείους [w]τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν [x]πεποιηκότες· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις [y]εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως [z]αὔριον αυτον καταγαγη ¦ καταγαγη αυτον 𝔐pt CT PCKαὐτὸν καταγάγῃ [bb]πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.

16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου [cc]τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ. 17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον [dd]ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι απαγγειλαι ¦ απαγγειλαι τι ECM NA SBL TH WHτι ἀπαγγεῖλαι αὐτῷ. 18 Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν [ff]νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20 Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον [gg]εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μελλοντα 26.6% ¦ μελλοντες 𝔐pt PCK TR 33.1% ¦ μελλοντων ANT 17.6% ¦ μελλων TH WH 9.2% ¦ μελλον ECM NA SBL 7.4% ¦ μελλοντας MSS 5.1%μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους [ii]τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε [jj]πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν [kk]ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν [ll]νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός [mm]με.

Paul Sent to Felix the Governor
23 Καὶ προσκαλεσάμενος [nn]δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως [oo]Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· 25 γράψας ἐπιστολὴν [pp]περιέχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 Τὸν ἄνδρα τοῦτον [qq]συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι [rr]ἐξειλόμην [ss]αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. 28 Βουλόμενος [tt]δὲ [uu]γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον [vv]αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, [ww]μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν [xx]ἔγκλημα ἔχοντα. 30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα [yy]μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [zz]τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. *ερρωσο ¦ — ECM NA SBL WHἜρρωσο.

31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ []τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορευεσθαι ¦ απερχεσθαι ECM NA SBL TH WHπορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν []Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 Ἀναγνοὺς δὲ []ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας []ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. []Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.

<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24 ->