25 Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν [nn]τοῦ Θεοῦ. 26 *διοτι ¦ διο 𝔐pt ANT HF PCK TRΔιότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς [pp]ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. 27 Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι [qq]ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. 28 Προσέχετε [rr]οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ [ss]Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ [tt]ἰδίου αἵματος. 29 Ἐγὼ [uu]γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω [vv]αὐτῶν. 31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, [ww]ἀδελφοί, τῷ [xx]Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ [yy]ἐποικοδομῆσαι, καὶ δοῦναι §υμιν ¦ την ECM† NA SBL TH WH ¦ — ECM†ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 34 []Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε []τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι []μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 Ἱκανὸς δὲ []ἐγένετο κλαυθμὸς πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21 ->- a προσκαλεσαμενος ¦ μεταπεμψαμενος CT
- b ασπασαμενος ¦ παρακαλεσας ασπασαμενος CT
- c πορευθηναι ¦ πορευεσθαι CT
- d την ¦ — ANT CT
- e αυτω επιβουλης ¦ επιβουλης αυτω ECM† NA PCK SBL TH WH
- f γνωμη ¦ γνωμης CT
- g αχρι της ασιας 96.2% ¦ — ECM NA SBL WH 1.1%
- h σωπατρος ¦ σωπατρος πυρρου CT
- i βεροιαιος ¦ βερροιαιος PCK
- j ουτοι ¦ ουτοι δε CT
- k προσελθοντες ¦ προελθοντες ANT NA PCK TR
- l ου ¦ οπου NA
- m των μαθητων ¦ ημων CT
- n κλασαι ¦ του κλασαι TR
- o ημεν ¦ ησαν TR
- p καθημενος ¦ καθεζομενος CT
- q συμπεριλαβων ¦ συνπεριλαβων TH WH
- r αρτον ¦ τον αρτον CT
- s προσελθοντες ¦ προελθοντες ANT ECM† NA SBL TR WH
- t εις ¦ επι CT
- u ην διατεταγμενος ¦ διατεταγμενος ην CT
- v συνεβαλεν ¦ συνεβαλλεν ECM† NA SBL TH WH
- w αντικρυ ¦ αντικρυς CT
- x και μειναντες εν τρωγυλλιω (τρωγυλιω ANT PCK) τη εχομενη 82.1% ¦ και μειναντες εν τρωγυλλιω τη ερχομενη MSS 9.6% ¦ τη δε εχομενη CT 4%
- y εκρινε ¦ κεκρικει CT
- z ην ¦ ειη CT
- aa αφ ¦ — PCK
- bb πολλων ¦ — CT
- cc τον ¦ — ECM† NA PCK SBL TH WH
- dd την ¦ — CT
- ee ιησουν ¦ ιησουν χριστον ANT ECM TR
- ff εγω δεδεμενος ¦ δεδεμενος εγω CT
- gg συναντησοντα ¦ συναντησαντα ECM†
- hh μοι ¦ εμοι WH
- ii διαμαρτυρεται ¦ διαμαρτυρεται μοι CT
- jj με και θλιψεις ¦ και θλιψεις με CT
- kk λογον ποιουμαι ουδε εχω την ψυχην μου 77.6% ¦ λογον ποιουμαι ουδε εχω την ψυχην MSS 7.8% ¦ τουτων λογον ποιουμαι ουδε εχω την ψυχην μου MSS 5.1% ¦ λογου ποιουμαι την ψυχην CT 1.2%
- ll τελειωσαι ¦ τελειωσω WH
- mm μετα χαρας 96% ¦ — CT 2.9%
- nn του θεου ¦ — CT
- oo διοτι ¦ διο 𝔐pt ANT HF PCK TR
- pp εγω ¦ ειμι CT
- qq υμιν πασαν την βουλην του θεου ¦ πασαν την βουλην του θεου υμιν CT
- rr ουν ¦ — CT
- ss κυριου και θεου ¦ θεου ECM NA SBL TR WH ¦ κυριου TH
- tt ιδιου αιματος ¦ αιματος του ιδιου CT
- uu γαρ οιδα τουτο 90.9% ¦ οιδα CT 4.1%
- vv αυτων ¦ εαυτων SBL TH WH
- ww αδελφοι ¦ — CT
- xx θεω ¦ κυριω WH
- yy εποικοδομησαι ¦ οικοδομησαι CT
- zz υμιν ¦ την ECM† NA SBL TH WH ¦ — ECM†
- αυτοι ¦ αυτοι δε TR
- των λογων ¦ του λογου PCK ¦ τον λογον ANT
- μαλλον διδοναι ¦ διδοναι μαλλον TR
- εγενετο κλαυθμος ¦ κλαυθμος εγενετο CT PCK