8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων [n]τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 9 Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾽ αὐτῶν ἀφώρισε τοὺς μαθητάς, καθ᾽ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου [o]τινός. 10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου [p]Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις [ii]ἐργασίαν οὐκ ὀλίγην· 25 οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία [jj]ἡμῶν ἐστι. 26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς *ιερον αρτεμιδος ¦ αρτεμιδος ιερον 𝔐pt ANT CT PCK TRἱερὸν Ἀρτέμιδος εἰς [ll]οὐθὲν λογισθῆναι, μέλλειν [mm]δὲ καὶ καθαιρεῖσθαι [nn]τὴν μεγαλειότητα αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 29 Καὶ ἐπλήσθη ἡ πόλις [oo]ὅλη [pp]τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους [qq]Παύλου. 30 §του δε παυλου ¦ παυλου δε ECM† NA SBL TH WHΤοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. 31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία [ss]συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος [tt]ἕνεκεν συνεληλύθεισαν. 33 Ἐκ δὲ τοῦ ὄχλου [uu]προεβίβασαν Ἀλέξανδρον, §προβαλοντων ¦ προβαλλοντων ANT ECM† PCK SCRπροβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34 [ww]Ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων [xx]ὡς ἐπὶ ὥρας δύο κραζόντων, Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 35 Καταστείλας δὲ [yy]ὁ γραμματεὺς τὸν ὄχλον φησίν, Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν [zz]ἄνθρωπος ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης []θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; 36 []Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς []πράσσειν. 37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν []θεὸν []ὑμῶν. 38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται []ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. 39 Εἰ δέ τι []περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ []οὐ δυνησόμεθα *δουναι ¦ αποδουναι 𝔐pt ANT CT PCK TRδοῦναι λόγον []τῆς συστροφῆς ταύτης. 41 Καὶ ταῦτα εἰπών, ἀπέλυσε τὴν ἐκκλησίαν.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20 ->- a ελθειν ¦ κατελθειν ECM† NA
- b ευρων τινας μαθητας ειπε 91.2% ¦ ευρειν τινας μαθητας ειπε τε CT 3.6% ¦ ευρων μαθητας τινας ειπε ANT 0%
- c ειπον ¦ — CT
- d ουδε ¦ ουδ CT
- e τε προς αυτους 59.4% ¦ τε CT PCK 18.3% ¦ δε προς αυτους 5%
- f ειπον ¦ ειπαν CT
- g ιωαννου ¦ ιωανου WH
- h ιωαννης ¦ ιωανης WH
- i μεν ¦ — CT
- j χριστον ιησουν ¦ ιησουν χριστον ANT ¦ ιησουν CT
- k τας ¦ — ECM† SBL TH WH
- l προεφητευον ¦ επροφητευον CT
- m δεκαδυο ¦ δωδεκα CT
- n τα ¦ — SBL WH
- o τινος ¦ — CT
- p ιησου ¦ — CT
- q τε ¦ δε PCK
- r εποιει ο θεος ¦ ο θεος εποιει CT
- s επιφερεσθαι ¦ αποφερεσθαι CT
- t εξερχεσθαι απ αυτων ¦ εκπορευεσθαι CT
- u απο ¦ και CT
- v ορκιζομεν ¦ ορκιζω CT
- w ο ¦ — CT
- x τινες υιοι σκευα ιουδαιου αρχιερεως επτα οι 86.9% ¦ τινες σκευα ιουδαιου αρχιερεως επτα υιοι ECM 3.6% ¦ τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι NA SBL TH WH 0.8%
- y ειπε ¦ ειπεν αυτοις CT
- z τον ¦ τον μεν NA WH
- aa εφαλλομενος επ αυτους ο ανθρωπος ¦ εφαλομενος ο ανθρωπος επ αυτους ECM† NA SBL TH WH ¦ εφαλλομενος ο ανθρωπος επ αυτους ECM†
- bb και κατακυριευσαν ¦ και κατακυριευσας ANT TR ¦ κατακυριευσας CT
- cc αυτων ¦ αμφοτερων CT
- dd γνωστον πασιν ¦ πασι γνωστον PCK
- ee συνεψηφισαν ¦ συνεψηφισαντο PCK
- ff ο λογος του κυριου ¦ του κυριου ο λογος CT
- gg αχαιαν ¦ την αχαιαν ECM†
- hh ιερουσαλημ ¦ ιεροσολυμα CT
- ii εργασιαν ουκ ολιγην ¦ ουκ ολιγην εργασιαν CT
- jj ημων ¦ ημιν CT
- kk ιερον αρτεμιδος ¦ αρτεμιδος ιερον 𝔐pt ANT CT PCK TR
- ll ουθεν ¦ ουδεν PCK TR
- mm δε ¦ τε ANT CT SCR
- nn την μεγαλειοτητα ¦ της μεγαλειοτητος CT
- oo ολη ¦ — CT
- pp της ¦ — TR
- qq παυλου ¦ του παυλου TR
- rr του δε παυλου ¦ παυλου δε ECM† NA SBL TH WH
- ss συγκεχυμενη ¦ συνκεχυμενη TH WH
- tt ενεκεν ¦ ενεκα CT
- uu προεβιβασαν ¦ συνεβιβασαν CT
- vv προβαλοντων ¦ προβαλλοντων ANT ECM† PCK SCR
- ww επιγνοντες ¦ επιγνοντων TR
- xx ως ¦ ωσει WH
- yy ο γραμματευς τον οχλον ¦ τον οχλον ο γραμματευς WH
- zz ανθρωπος ¦ ανθρωπων CT
- θεας ¦ — CT
- αναντιρρητων ¦ αναντιρητων WH
- πρασσειν ¦ πραττειν TR
- θεον ¦ θεαν ANT TR
- υμων ¦ ημων CT
- εχουσι προς τινα λογον ¦ προς τινα λογον εχουσιν TR
- περι ετερων 91.7% ¦ περαιτερω CT 4.7%
- ου ¦ — ANT TR
- δουναι ¦ αποδουναι 𝔐pt ANT CT PCK TR
- της ¦ περι της CT