Link to home pageLanguagesLink to all Bible versions on this site
16
Timothy Joins Paul and Silas
1 Κατήντησε [a]δὲ εἰς Δέρβην καὶ [b]Λύστραν· καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικός [c]τινος Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· 2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. 3 Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· [d]ᾔδεισαν γὰρ ἅπαντες [e]τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. 4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, [f]παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ [g]τῶν πρεσβυτέρων τῶν ἐν [h]Ἱερουσαλήμ. 5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
Paul's Vision of the Macedonian Man
6 [i]Διελθόντες δὲ τὴν Φρυγίαν καὶ [j]τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, 7 [k]ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον [l]κατὰ τὴν Βιθυνίαν *πορευεσθαι ¦ πορευθηναι ECM NA SBL TH WHπορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ [n]Πνεῦμα· 8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. 9 Καὶ ὅραμα διὰ [o]τῆς νυκτὸς [p]ὤφθη τῷ Παύλῳ· ἀνήρ [q]τις ἦν Μακεδὼν ἑστώς, [r]παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς [s]Μακεδονίαν, βοήθησον ἡμῖν. 10 Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς [t]τὴν Μακεδονίαν, [u]συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ [v]Κύριος εὐαγγελίσασθαι αὐτούς.
The Conversion of Lydia
11 Ἀναχθέντες ουν ¦ δε NA27οὖν ἀπὸ [x]τῆς Τρῳάδος, εὐθυδρομήσαμεν εἰς [y]Σαμοθρᾴκην, τῇ [z]τε ἐπιούσῃ εἰς [aa]Νεάπολιν, 12 [bb]ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ *πρωτη της μεριδος της ¦ πρωτη της μεριδος ECM NA29 SBL TH WH ¦ πρωτης μεριδος της NA27πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις, [dd]κολωνεία· ἦμεν δὲ ἐν [ee]αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς [ff]πόλεως παρὰ ποταμόν, οὗ *ενομιζετο προσευχη ¦ ενομιζομεν προσευχην NA27 SBL TH WHἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. 14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ [hh]τοῦ Παύλου. 15 Ὡς δὲ [ii]ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, §μεινατε ¦ μενετε ECM NA SBL TH WHμείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.
Paul and Silas Imprisoned in Philippi
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς [kk]προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα [ll]Πύθωνος [mm]ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς, μαντευομένη. 17 Αὕτη §κατακολουθησασα ¦ κατακολουθουσα NA27 SBL TH WHκατακολουθήσασα τῷ Παύλῳ καὶ [oo]ἡμῖν, ἔκραζε λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγελλουσιν 𝔐17 ¦ καταγγελουσιν 𝔐8καταγγέλλουσιν [qq]ἡμῖν ὁδὸν σωτηρίας. 18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ §ο ¦ — ECM NA SBL TH WHὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε, Παραγγέλλω σοι ἐν [ss]τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς [tt]εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι. 22 Καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ [uu]περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν. 23 Πολλάς [vv]τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὅς, παραγγελίαν τοιαύτην [ww]εἰληφώς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας [xx]αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.

25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· [yy]ἀνεῴχθησάν [zz]τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος *μαχαιραν ¦ την μαχαιραν NA27 SBL WHμάχαιραν, []ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 Ἐφώνησε δὲ []φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ []τῷ Σίλᾳ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 Οἱ δὲ []εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν []Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ []Κυρίου, []καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ []πάντες παραχρῆμα. 34 Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον []αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ηγαλλιατο 𝔐17 ¦ ηγαλλιασατο 𝔐7 CT TRἠγαλλιᾶτο []πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

35 Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους []τούτους πρὸς τὸν Παῦλον ὅτι []Ἀπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37 Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, []Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, []ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· *αλλα ¦ αλλ ECM NA29ἀλλὰ ἐλθόντες αὐτοὶ εξαγαγετωσαν 𝔐16 ¦ ημας εξαγαγετωσαν 𝔐7 ANT CT TRἐξαγαγέτωσαν. 38 []Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· []καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων []ἐξελθεῖν τῆς πόλεως. 40 Ἐξελθόντες δὲ []ἐκ τῆς φυλακῆς εἰσῆλθον []πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες []τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶ []ἐξῆλθον.

<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17 ->