19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς [ss]εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι. 22 Καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ [tt]περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν. 23 Πολλάς [uu]τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὅς, παραγγελίαν τοιαύτην [vv]εἰληφώς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας [ww]αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· [xx]ἀνεῴχθησάν [yy]τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος [zz]μάχαιραν, []ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 Ἐφώνησε δὲ []φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ []τῷ Σίλᾳ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 Οἱ δὲ []εἶπον, Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν []Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ []Κυρίου, []καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ []πάντες παραχρῆμα. 34 Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον []αὐτοῦ παρέθηκε τράπεζαν, καὶ []ἠγαλλιᾶτο []πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
35 Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους []τούτους πρὸς τὸν Παῦλον ὅτι []Ἀπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37 Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, []Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, []ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· §αλλα ¦ αλλ ECM NA28ἀλλὰ ἐλθόντες αὐτοὶ []ἐξαγαγέτωσαν. 38 []Ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· []καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων []ἐξελθεῖν τῆς πόλεως. 40 Ἐξελθόντες δὲ []ἐκ τῆς φυλακῆς εἰσῆλθον []πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες []τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς, καὶ []ἐξῆλθον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17 ->- a δε ¦ δε και CT
- b λυστραν ¦ εις λυστραν CT
- c τινος ¦ — CT
- d ηδεισαν ¦ ηδεσαν PCK
- e τον πατερα αυτου οτι ελλην ¦ οτι ελλην ο πατηρ αυτου CT
- f παρεδιδουν ¦ παρεδιδοσαν CT
- g των ¦ — CT
- h ιερουσαλημ ¦ ιεροσολυμοις CT
- i διελθοντες ¦ διηλθον CT
- j την ¦ — CT
- k ελθοντες ¦ ελθοντες δε CT
- l κατα ¦ εις CT
- m πορευεσθαι ¦ πορευθηναι ECM† NA SBL TH WH
- n πνευμα ¦ πνευμα ιησου CT
- o της ¦ — SBL WH
- p ωφθη τω παυλω ¦ τω παυλω ωφθη CT
- q τις ην μακεδων ¦ μακεδων τις ην CT
- r παρακαλων ¦ και παρακαλων CT
- s μακεδονιαν ¦ την μακεδονιαν PCK
- t την ¦ — CT
- u συμβιβαζοντες ¦ συνβιβαζοντες WH
- v κυριος ¦ θεος CT
- w ουν ¦ δε NA
- x της ¦ — CT
- y σαμοθρακην ¦ την σαμοθρακην PCK
- z τε ¦ δε ANT CT
- aa νεαπολιν ¦ νεαν πολιν CT
- bb εκειθεν τε ¦ κακειθεν CT
- cc πρωτη της μεριδος της ¦ πρωτη της μεριδος ECM SBL TH WH ¦ πρωτης μεριδος της NA
- dd κολωνεια ¦ κολωνια ANT CT TR
- ee αυτη ¦ ταυτη CT TR
- ff πολεως ¦ πυλης CT
- gg ενομιζετο προσευχη ¦ ενομιζομεν προσευχην NA SBL TH WH
- hh του ¦ — WH
- ii εβαπτισθη ¦ εβαπτισθη αυτη PCK
- jj μεινατε ¦ μενετε ECM† NA SBL TH WH
- kk προσευχην ¦ την προσευχην CT
- ll πυθωνος ¦ πυθωνα CT
- mm απαντησαι ¦ υπαντησαι CT
- nn κατακολουθησασα ¦ κατακολουθουσα NA SBL TH WH
- oo ημιν ¦ τω σιλα 𝔐pt ANT PCK
- pp ημιν ¦ υμιν CT
- qq ο ¦ — ECM† NA SBL TH WH
- rr τω ¦ — CT
- ss ειπον ¦ ειπαν CT
- tt περιρρηξαντες ¦ περιρηξαντες CT
- uu τε ¦ δε WH
- vv ειληφως ¦ λαβων CT
- ww αυτων ησφαλισατο ¦ ησφαλισατο αυτων CT
- xx ανεωχθησαν ¦ ηνεωχθησαν CT
- yy τε ¦ δε CT PCK
- zz μαχαιραν ¦ την μαχαιραν NA SBL WH
- εμελλεν ¦ ημελλεν CT
- φωνη μεγαλη ο παυλος 90.7% ¦ φωνη μεγαλη παυλος TH 3.1% ¦ μεγαλη φωνη ο παυλος NA 0.6% ¦ παυλος μεγαλη φωνη WH 0.2%
- τω ¦ — WH
- ειπον ¦ ειπαν CT
- χριστον ¦ — CT
- κυριου ¦ θεου WH
- και ¦ συν CT
- παντες 87.4% ¦ απαντες WH 3.7%
- αυτου ¦ — CT
- ηγαλλιατο ¦ ηγαλλιασατο CT TR
- πανοικι ¦ πανοικει CT
- τουτους ¦ — WH
- απεσταλκασιν ¦ απεσταλκαν CT
- δειραντες ¦ δηραντες PCK
- εβαλον ¦ εβαλαν CT
- αλλα ¦ αλλ ECM NA28
- εξαγαγετωσαν ¦ ημας εξαγαγετωσαν ANT CT TR
- ανηγγειλαν ¦ απηγγειλαν CT
- και εφοβηθησαν ¦ εφοβηθησαν δε CT PCK
- εξελθειν ¦ απελθειν απο CT
- εκ ¦ απο ECM NA PCK SBL WH
- προς ¦ εις TR
- τους αδελφους παρεκαλεσαν αυτους ¦ παρεκαλεσαν τους αδελφους CT
- εξηλθον ¦ εξηλθαν CT