14
Paul and Barnabas in Iconium
1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 οἱ δὲ [a]ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, [b]διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, 7 κἀκεῖ [c]ἦσαν εὐαγγελιζόμενοι.
Paul and Barnabas in Lystra
8 Καί τις ἀνὴρ [d]ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ [e]ὑπάρχων, ὃς οὐδέποτε [f]περιπεπατήκει. 9 οὗτος ‡ηκουε 𝔐29 ¦ ηκουσε 𝔐15 ANT HF NA RP SBL THἤκουε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι [h]πίστιν ἔχει τοῦ σωθῆναι, 10 εἶπε μεγάλῃ [i]τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου †ορθως 𝔐27 ¦ ορθος 𝔐17 ANT CT HF PCK TRὀρθῶς. καὶ [k]ἥλλετο καὶ περιεπάτει. 11 οἱ §δε ECM† ¦ τε CTδὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν [m]ὁ Παῦλος ἐπῆραν †την φωνην αυτων 𝔐16 ¦ αυτων την φωνην 𝔐8τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. 12 ἐκάλουν τε τὸν [o]μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὁ [p]δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως [q]αὐτῶν ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις †ηθελε 𝔐15 ¦ ηθελον 𝔐9ἤθελε θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια [s]αὐτῶν [t]εἰσεπήδησαν εἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς [u]ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ [v]τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 [w]καίτοιγε οὐκ ἀμάρτυρον [x]ἑαυτὸν ἀφῆκεν [y]ἀγαθοποιῶν, οὐρανόθεν [z]ὑμῖν ‡υετους διδους ¦ διδους υετους ECM†ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας §ημων 𝔐16 ¦ υμων 𝔐8 ANT CTἡμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 [cc]Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον [dd]ἔσυρον ἔξω τῆς πόλεως [ee]νομίσαντες αὐτὸν τεθνάναι. 20 κυκλωσάντων δὲ [ff]αὐτὸν τῶν μαθητῶν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
Paul and Barnabas Return to Antioch in Syria
21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς [gg]τὴν Λύστραν καὶ [hh]Ἰκόνιον καὶ [ii]Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς [jj]πρεσβυτέρους κατ᾽ ἐκκλησίαν, [kk]προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν [ll]πεπιστεύκεισαν.
24 Καὶ διελθόντες τὴν Πισιδίαν [mm]ἦλθον εἰς §παμφυλιαν ECM† ¦ την παμφυλιαν CTΠαμφυλίαν. 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς [oo]Ἀττάλειαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν [pp]ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾽ αὐτῶν καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. 28 διέτριβον δὲ [qq]ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15 ->- a απειθουντες ¦ απειθησαντες CT
- b διδοντι ¦ και διδοντι TR
- c ησαν ευαγγελιζομενοι ¦ ευαγγελιζομενοι ησαν CT
- d εν λυστροις αδυνατος ¦ αδυνατος εν λυστροις NA SBL WH
- e υπαρχων ¦ — CT
- f περιπεπατηκει ¦ περιεπεπατηκει SCR ¦ περιεπατησεν CT
- g ηκουε 𝔐29 ¦ ηκουσε 𝔐15 ANT HF NA RP SBL TH
- h πιστιν εχει ¦ εχει πιστιν CT
- i τη ¦ — SBL TH WH
- j ορθως 𝔐27 ¦ ορθος 𝔐17 ANT CT HF PCK TR
- k ηλλετο ¦ ηλλατο PCK ¦ ηλατο ANT CT
- l δε ECM† ¦ τε CT
- m ο ¦ — CT
- n την φωνην αυτων 𝔐16 ¦ αυτων την φωνην 𝔐8
- o μεν ¦ — CT
- p δε ¦ τε CT
- q αυτων ¦ — CT
- r ηθελε 𝔐15 ¦ ηθελον 𝔐9
- s αυτων ¦ εαυτων WH
- t εισεπηδησαν ¦ εξεπηδησαν CT
- u εσμεν υμιν ¦ υμιν εσμεν PCK
- v τον θεον τον ¦ θεον CT
- w καιτοιγε ¦ καιτοι CT
- x ἑαυτὸν ¦ αὐτὸν NA TH ¦ αὑτὸν SBL WH
- y αγαθοποιων ¦ αγαθουργων CT
- z υμιν ¦ ημιν TR
- aa υετους διδους ¦ διδους υετους ECM†
- bb ημων 𝔐16 ¦ υμων 𝔐8 ANT CT
- cc επηλθον ¦ επηλθαν CT
- dd εσυρον ¦ εσυραν ANT PCK
- ee νομισαντες αυτον τεθναναι ¦ νομιζοντες αυτον τεθνηκεναι CT
- ff αυτον των μαθητων ¦ των μαθητων αυτον CT PCK
- gg την ¦ — PCK
- hh ικονιον ¦ εις ικονιον CT
- ii αντιοχειαν ¦ εις αντιοχειαν CT
- jj πρεσβυτερους κατ εκκλησιαν ¦ κατ εκκλησιαν πρεσβυτερους CT
- kk προσευξαμενοι ¦ και προσευξαμενοι ANT
- ll πεπιστευκεισαν ¦ πεπιστευκασι ANT
- mm ηλθον ¦ ηλθαν WH
- nn παμφυλιαν ECM† ¦ την παμφυλιαν CT
- oo ατταλειαν ¦ ατταλιαν WH
- pp ανηγγειλαν ¦ ανηγγελλον CT
- qq εκει ¦ — CT
Languages