Link to home pageLanguagesLink to all Bible versions on this site

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

1
Jesus Promises to Send the Holy Spirit
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο [a]ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, [b]ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν [c]τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 Καὶ [d]συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, Ἣν ἠκούσατέ μου· 5 ὅτι [e]Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ [f]βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
The Ascension
6 Οἱ μὲν οὖν συνελθόντες επηρωτων ¦ ηρωτων ECM NA SBL TH WHἐπηρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 Εἶπε [h]δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. 8 Ἀλλὰ [i]λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς· καὶ ἔσεσθέ μοι ¦ μου ECM NA SBL TH WHμοι μάρτυρες ἔν τε Ἱερουσαλήμ, καὶ [k]ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ [l]Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο [m]παρειστήκεισαν αὐτοῖς ἐν [n]ἐσθῆτι λευκῇ, 11 οἳ καὶ [o]εἶπον, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε [p]ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος [q]ὁ Ἰησοῦς, ὁ [r]ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Matthias Chosen to Replace Judas
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. 13 Καὶ ὅτε εἰσῆλθον, [s]ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ [t]Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ [u]Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου. 14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ [v]καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ [w]Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ §συν ¦ — ECM NAσὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν [y]μαθητῶν εἶπεν—ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ [z]ὡς ἑκατὸν εἴκοσιν— 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν [aa]ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος [bb]Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι [cc]τὸν Ἰησοῦν. 17 Ὅτι κατηριθμημένος ἦν [dd]σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ [ee]μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος [ff]ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ [gg]ἰδίᾳ διαλέκτῳ αὐτῶν [hh]Ἀκελδαμά, τοῦτ᾽ ἔστι, χωρίον αἵματος— 20 Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν,

 
Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος,
καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ·
 
καί,
 
Τὴν ἐπισκοπὴν αὐτοῦ [ii]λάβοι ἕτερος.
 
21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ [jj]ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾽ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος [kk]Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς [ll]ἀνελήφθη ἀφ᾽ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ [mm]γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. 23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον [nn]Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ [oo]Ματθίαν. 24 Καὶ προσευξάμενοι [pp]εἶπον, Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον [qq]ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα 25 λαβεῖν τὸν [rr]κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, *εξ ¦ αφ ECM NA SBL TH WHἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 Καὶ ἔδωκαν κλήρους [tt]αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ [uu]Ματθίαν, καὶ [vv]συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2 ->