6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς [e]ἐμῆς ἀναλύσεως ἐφέστηκε. 7 Τὸν [f]ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι [m]συμπαρεγένετο, ἀλλὰ πάντες με [n]ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17 Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ [o]ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ [p]ἐρρύσθην ἐκ στόματος λέοντος. 18 [q]Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
22 Ὁ Κύριος [s]Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν.
- a ουν εγω 83.5% ¦ — CT 9%
- b του κυριου ιησου χριστου ¦ χριστου ιησου CT
- c κατα ¦ και CT
- d επιθυμιας τας ιδιας 69.7% ¦ ιδιας επιθυμιας CT 30.2%
- e εμης αναλυσεως ¦ αναλυσεως μου CT
- f αγωνα τον καλον ¦ καλον αγωνα CT
- g εγκατελιπεν ¦ εγκατελειπεν TH WH
- h κρησκης ¦ κρισκης PCK
- i φελονην ¦ φαιλονην 𝔐pt ANT HF NA SBL ST
- j απελιπον ¦ απελειπον TH WH
- k αποδωη ¦ αποδωσει CT
- l ανθεστηκε ¦ αντεστη CT
- m συμπαρεγενετο ¦ παρεγενετο CT
- n εγκατελιπον ¦ εγκατελειπον TH WH
- o ακουση ¦ ακουσωσι CT
- p ερρυσθην ¦ ερυσθην TH WH
- q και ¦ — CT
- r απελιπον ¦ απελειπον WH
- s ιησους χριστος ¦ — CT
- t αμην ¦ — CT
- u The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον δευτέρα τῆς Ἐφεσίων ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπὸ Ῥώμης ὅτε ἐκ δευτέρου παρέστη Παῦλος τῷ Καίσαρι Νέρωνι.