8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος [f]Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος·
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21 Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, [p]καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
22 Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. 23 Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. 24 Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, *αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν [r]πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους· μήποτε [s]δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
<- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 1ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 3 ->- a συ ουν κακοπαθησον 93.3% ¦ συγκακοπαθησον (συν- TH WH) NA SBL 3.9%
- b ιησου χριστου ¦ χριστου ιησου CT
- c πραγματειαις ¦ πραγματιαις WH
- d α ¦ ο CT
- e δωη ¦ δωσει CT
- f δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- g αλλ ¦ αλλα NA27 SBL TH WH
- h συζησομεν ¦ συνζησομεν TH WH
- i συμβασιλευσομεν ¦ συνβασιλευσομεν WH
- j αρνουμεθα ¦ αρνησομεθα CT
- k αρνησασθαι ¦ αρνησασθαι γαρ NA TH WH
- l κυριου ¦ θεου NA WH
- m εις ¦ επ CT
- n την ¦ — SBL WH
- o κυριου ¦ χριστου TR
- p και ¦ — CT
- q αλλ ¦ αλλα NA27 SBL TH WH
- r πραοτητι ¦ πραυτητι CT
- s δω ¦ δωη CT