8 Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. 9 Οὐ βραδύνει [h]ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς [i]ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 Ἥξει δὲ †η ¦ — ECM† NA SBL TH WHἡ ἡμέρα Κυρίου ὡς κλέπτης [k]ἐν νυκτί, ἐν ᾗ [l]οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα [m]λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα †κατακαησεται 89.6% ¦ ευρεθησεται NA27 SBL TH WH 3.1% ¦ ουχ ευρεθησεται ECM NA28 0%κατακαήσεται.
11 Τούτων [o]οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται; 13 Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ. 15 Καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν [p]αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν· 16 ὡς καὶ ἐν πάσαις *ταις 96.2% ¦ — NA27 TH WH 2.8%ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν [r]οἷς [s]ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι §στρεβλουσιν ¦ στρεβλωσουσιν ECM NA28στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μή, τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. 18 [u]Αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος.
- a υμων ¦ ημων TR
- b εσχατου ¦ εσχατων ANT ECM† NA SBL TH WH
- c εμπαικται ¦ εν εμπαιγμονη εμπαικται CT
- d επιθυμιας αυτων ¦ αυτων επιθυμιας TR
- e συνεστωσα ¦ συνεστωτα PCK
- f ων ¦ ον ECM NA28
- g τω αυτου ¦ τω αυτω CT SCR ¦ αυτου ST
- h ο ¦ — CT
- i ημας ¦ υμας CT
- j η ¦ — ECM† NA SBL TH WH
- k εν νυκτι 87.9% ¦ — CT 12.1%
- l οι ¦ — ANT PCK
- m λυθησονται ¦ λυθησεται CT
- n κατακαησεται 89.6% ¦ ευρεθησεται NA27 SBL TH WH 3.1% ¦ ουχ ευρεθησεται ECM NA28 0%
- o ουν 86% ¦ ουτω ECM NA SBL WH 4.8%
- p αυτω δοθεισαν ¦ δοθεισαν αυτω CT
- q ταις 96.2% ¦ — NA27 TH WH 2.8%
- r οις ¦ αις CT
- s εστι ¦ εισι PCK
- t στρεβλουσιν ¦ στρεβλωσουσιν ECM NA28
- u αυξανετε ¦ αυξανητε PCK
- v αμην 96.8% ¦ — ECM NA28 WH 2.6%