5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. 6 Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ Θεός, ἐν τῇ παρουσίᾳ Τίτου· 7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 8 Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω [c]γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. 9 Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον [d]κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι [e]ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, †αλλα ¦ αλλ NA28ἀλλὰ ἀπολογίαν, ‡αλλα ¦ αλλ NA28ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, §αλλα ¦ αλλ NA28 PCKἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, *αλλα ¦ αλλ NA28 PCK TRἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι [j]ἐν τῷ πράγματι. 12 Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ‡εινεκεν ¦ ενεκεν 𝔐pt CTεἵνεκεν τοῦ ἀδικήσαντος, [l]οὐδὲ *εινεκεν ¦ ενεκεν 𝔐pt CTεἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ †εινεκεν ¦ ενεκεν 𝔐pt CTεἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν [o]ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. 13 Διὰ τοῦτο παρακεκλήμεθα.
- a ου προς κατακρισιν ¦ προς κατακρισιν ου CT
- b συζην ¦ συνζην TH WH
- c γαρ ¦ — SBL WH
- d κατεργαζεται ¦ εργαζεται CT
- e υμας ¦ — CT
- f αλλα ¦ αλλ NA28
- g αλλα ¦ αλλ NA28
- h αλλα ¦ αλλ NA28 PCK
- i αλλα ¦ αλλ NA28 PCK TR
- j εν ¦ — CT
- k εινεκεν ¦ ενεκεν 𝔐pt CT
- l ουδε ¦ αλλ ουδε WH
- m εινεκεν ¦ ενεκεν 𝔐pt CT
- n εινεκεν ¦ ενεκεν 𝔐pt CT
- o υμων την υπερ ημων ¦ ημων την υπερ υμων SCR
- p δε τη παρακλησει υμων περισσοτερως ¦ τη παρακλησει υμων περισσοτερως δε 𝔐pt PCK TR ¦ δε τη παρακλησει ημων περισσοτερως CT
- q η ¦ — WH
- r χαιρω ¦ χαιρω ουν SCR