4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· 5 οὐχ ὅτι [g]ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ [h]ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα [i]ἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη [j]ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον [k]Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 Εἰ γὰρ [l]ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης [m]ἐν δόξῃ. 10 Καὶ γὰρ [n]οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, [o]ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· 13 καὶ οὐ καθάπερ [p]Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον [q]ἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 14 †αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς [s]σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, [t]ὅ τι ἐν Χριστῷ καταργεῖται. 15 Ἀλλ᾽ ἕως σήμερον, ἡνίκα [u]ἀναγινώσκεται [v]Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα [w]δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, [x]ἐκεῖ ἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 2ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4 ->- a ει ¦ η CT SCR
- b συστατικων ¦ — CT
- c εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH
- d εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH
- e αλλ ¦ αλλα ANT
- f καρδιαις ¦ καρδιας TR
- g ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν CT
- h ἑαυτῶν ¦ αὑτῶν SBL WH
- i αποκτενει ¦ αποκτεινει TR WH ¦ αποκτεννει ANT NA SBL TH
- j εν ¦ — CT
- k μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
- l ἡ διακονία ¦ τῇ διακονίᾳ NA SBL TH
- m εν ¦ — CT
- n ου ¦ ουδε ANT TR
- o ενεκεν ¦ εινεκεν CT PCK
- p μωυσης ¦ μωσης TR
- q ἑαυτοῦ ¦ αὐτοῦ CT
- r αλλ ¦ αλλα NA27 SBL WH
- s σημερον ¦ σημερον ημερας CT
- t ο τι ¦ οτι ANT CT HF PCK
- u αναγινωσκεται ¦ αν αναγινωσκηται CT
- v μωυσης ¦ μωσης PCK TR
- w δ αν ¦ δε εαν NA SBL WH
- x εκει ¦ — CT