14 Ἰδού, [p]τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω [q]ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, †αλλα ¦ αλλ NA28 PCK TRἀλλὰ ὑμᾶς· οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις. 15 Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ [t]καὶ περισσοτέρως ὑμᾶς [u]ἀγαπῶν, [v]ἧττον ἀγαπῶμαι. 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ‡αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. 17 Μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; Οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὐτοῖς ἴχνεσι;
19 [x]Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; [y]Κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 Φοβοῦμαι γάρ, μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε· μήπως [z]ἔρεις, [aa]ζῆλοι, θυμοί, [bb]ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν *ελθοντα με ταπεινωσει 47.2% ¦ ελθοντα με ταπεινωση 𝔐pt ANT PCK TR 46.2% ¦ ελθοντος μου ταπεινωσει με TH 1.8% ¦ ελθοντος μου ταπεινωση με NA SBL WH 0.3%ἐλθόντα με ταπεινώσει ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 11ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 13 ->- a δη ¦ δει CT
- b συμφερει μοι 95.4% ¦ συμφερον μεν CT 2.3%
- c γαρ ¦ δε CT
- d εκτος ¦ χωρις NA SBL WH
- e μου ¦ — CT
- f τι ¦ — WH
- g ινα ¦ διο ινα CT
- h σαταν ¦ σατανα CT
- i μου ¦ — CT
- j τελειουται ¦ τελειται CT
- k μου ¦ — WH
- l εν ¦ και CT
- m καυχωμενος 82.7% ¦ καυχομενος MSS 5.4% ¦ — CT 10.2%
- n εν σημειοις 91.2% ¦ σημειοις τε NA SBL WH 4.5% ¦ σημειοις TH 2.3%
- o ηττηθητε ¦ ησσωθητε CT
- p τριτον ¦ τριτον τουτο CT
- q υμων ¦ — CT
- r αλλα ¦ αλλ NA28 PCK TR
- s αλλ ¦ αλλα NA27 SBL TH WH
- t και ¦ — CT
- u αγαπων ¦ αγαπω WH
- v ηττον ¦ ησσον CT
- w αλλ ¦ αλλα NA27 SBL TH WH
- x παλιν 92.2% ¦ παλαι CT 3.3%
- y κατενωπιον του ¦ κατεναντι CT
- z ερεις ¦ ερις NA PCK SBL WH
- aa ζηλοι ¦ ζηλος CT
- bb εριθειαι ¦ εριθιαι WH
- cc ελθοντα με ταπεινωσει 47.2% ¦ ελθοντα με ταπεινωση 𝔐pt ANT PCK TR 46.2% ¦ ελθοντος μου ταπεινωσει με TH 1.8% ¦ ελθοντος μου ταπεινωση με NA SBL WH 0.3%