7 Ἢ ἁμαρτίαν ἐποίησα [g]ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; 8 Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· 9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα [h]οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ [i]ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω. 10 Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί, ὅτι ἡ καύχησις αὕτη οὐ [j]φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. 11 Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν.
12 Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. 13 Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. 14 Καὶ οὐ [k]θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. 15 Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ [y]Κυρίου Ἰησοῦ [z]Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν [aa]Δαμασκηνῶν πόλιν, πιάσαι με [bb]θέλων· 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 10ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 12 ->- a τη αφροσυνη ¦ τι αφροσυνης CT
- b ευαν εξηπατησεν ¦ εξηπατησεν ευαν CT
- c ουτω φθαρη 86.6% ¦ ουτω φθαρει MSS 8.3% ¦ φθαρη CT 2%
- d απλοτητος 94% ¦ απλοτητος και της αγνοτητος CT 4%
- e ηνειχεσθε ¦ ανειχεσθε 𝔐pt ANT HF TH ¦ ανεχεσθε NA SBL WH
- f φανερωθεντες 94.5% ¦ φανερωσαντες CT 1.3%
- g εμαυτον ¦ εαυτον PCK
- h ουδενος ¦ ουθενος CT
- i υμιν εμαυτον ¦ εμαυτον υμιν CT
- j φραγησεται ¦ σφραγισεται ST
- k θαυμαστον ¦ θαυμα CT
- l καγω μικρον τι ¦ μικρον τι καγω TR
- m λαλω κατα κυριον ¦ κατα κυριον λαλω CT
- n την ¦ — NA SBL TH
- o υμας εις προσωπον ¦ εις προσωπον υμας CT
- p δερει ¦ δαιρει PCK
- q ησθενησαμεν ¦ ησθενηκαμεν CT
- r ισραηλιται ¦ ισραηλειται TH WH
- s πληγαις υπερβαλλοντως εν φυλακαις περισσοτερως 93.6% ¦ φυλακαις περισσοτερως εν πληγαις υπερβαλλοντως CT 1.6%
- t τεσσαρακοντα ¦ τεσσερακοντα CT
- u εραβδισθην ¦ ερραβδισθην ANT NA PCK TR
- v εν ¦ — CT
- w επισυστασις ¦ επιστασις CT
- x μου ¦ μοι CT
- y κυριου ¦ κυριου ημων ANT TR
- z χριστου ¦ — CT
- aa δαμασκηνων πολιν ¦ πολιν δαμασκηνων CT
- bb θελων ¦ — NA SBL WH