7 Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν [c]ἀφ᾽ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς [d]Χριστοῦ. 8 Ἐάν τε γὰρ [e]καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν—ἧς ἔδωκεν ὁ Κύριος [f]ἡμῖν εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν—οὐκ αἰσχυνθήσομαι· 9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10 Ὅτι, Αἱ [g]μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος. 11 Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12 Οὐ γὰρ τολμῶμεν [h]ἐγκρῖναι ἢ [i]συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· †αλλα ¦ αλλ NA28ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ [k]συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ [l]συνιοῦσιν. 13 Ἡμεῖς δὲ [m]οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14 Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17 Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. 18 Οὐ γὰρ ὁ ἑαυτὸν [n]συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ‡αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 9ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 11 ->- a πραοτητος ¦ πραυτητος CT
- b επιεικειας ¦ επιεικιας WH
- c αφ ¦ εφ CT
- d χριστου ¦ — CT
- e και ¦ — CT
- f ημιν ¦ — CT
- g μεν επιστολαι ¦ επιστολαι μεν CT
- h εγκριναι ¦ ενκριναι TH WH
- i συγκριναι ¦ συνκριναι TH WH
- j αλλα ¦ αλλ NA28
- k συγκρινοντες ¦ συνκρινοντες TH WH
- l συνιουσιν 85% ¦ συνιασιν CT 4%
- m ουχι ¦ ουκ CT
- n συνιστων ¦ συνιστανων CT
- o αλλ ¦ αλλα NA27 SBL WH