ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β
8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, [g]ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης [h]ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾽ ὑπερβολὴν [i]ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. 9 †αλλα ¦ αλλ NA28Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου [k]ἐρρύσατο ἡμᾶς καὶ [l]ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ [m]ὑμῶν.
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην [t]ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον, ἵνα δευτέραν [u]χάριν [v]ἔχητε· 16 καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 Τοῦτο οὖν [w]βουλευόμενος, μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ Ναί, ναὶ καὶ τὸ Οὔ, οὔ; 18 Πιστὸς δὲ ὁ Θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ [x]ἐγένετο Ναὶ καὶ Οὔ. 19 Ὁ [y]γὰρ τοῦ Θεοῦ υἱὸς [z]Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν. 20 Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί, [aa]καὶ ἐν αὐτῷ τὸ Ἀμήν, τῷ Θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν. 21 Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός· 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 2 ->- a ιησου χριστου ¦ χριστου ιησου CT
- b οικτιρμων ¦ οικτειρμων TH
- c επι ¦ εν ANT
- d του ¦ — ANT TR
- e της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας 67.2% ¦ ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων NA SBL WH 4% ¦ της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας και η ελπις ημων βεβαια υπερ υμων TR 0.8%
- f ωσπερ ¦ ως CT
- g υπερ ¦ περι TH
- h ημιν 90.1% ¦ — CT 8.2%
- i εβαρηθημεν υπερ δυναμιν ¦ υπερ δυναμιν εβαρηθημεν CT
- j αλλα ¦ αλλ NA28
- k ερρυσατο ¦ ερυσατο WH
- l ρυεται ¦ ρυσεται CT
- m υμων ¦ ημων ANT CT TR
- n απλοτητι 94.3% ¦ αγιοτητι SBL TH WH 4.5%
- o ειλικρινεια ¦ ειλικρινια WH
- p θεου ¦ του θεου CT
- q ουκ ¦ και ουκ NA WH
- r και ¦ — CT
- s κυριου ¦ κυριου ημων NA SBL WH
- t ελθειν προς υμας το προτερον 57.7% ¦ προς υμας ελθειν το προτερον PCK 21.3% ¦ προτερον προς υμας ελθειν CT 7% ¦ προς υμας ελθειν προτερον ANT TR 2.3%
- u χαριν ¦ χαραν WH
- v εχητε ¦ σχητε CT
- w βουλευομενος ¦ βουλομενος ANT CT
- x εγενετο ¦ εστι CT
- y γαρ του θεου ¦ του θεου γαρ CT
- z ιησους χριστος ¦ χριστος ιησους WH
- aa και εν αυτω 90.3% ¦ διο και δι αυτου CT 6.8%