1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. 2 Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε, μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾽ [j]ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν [k]πάντα πλουσίως εἰς ἀπόλαυσιν· 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς [l]αἰωνίου ζωῆς.
20 Ὦ Τιμόθεε, τὴν [m]παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως· 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
- a διαπαρατριβαι ¦ παραδιατριβαι ANT TR
- b αφιστασο απο των τοιουτων 92.5% ¦ — CT 2.9%
- c δηλον ¦ — CT
- d του ¦ — CT
- e πραοτητα ¦ πραυπαθιαν NA SBL WH ¦ πραυπαθειαν TH
- f ην ¦ ην και ANT PCK TR
- g ζωοποιουντος ¦ ζωογονουντος CT
- h πιλατου ¦ πειλατου WH
- i ανεπιληπτον ¦ ανεπιλημπτον CT
- j εν τω θεω τω ζωντι 77.2% ¦ επι τω θεω τω ζωντι MSS 7.1% ¦ επι τω θεω MSS 5.9% ¦ επι θεω CT 1%
- k παντα πλουσιως ¦ πλουσιως παντα TR
- l αιωνιου ¦ οντως CT
- m παραθηκην ¦ παρακαταθηκην ANT TR
- n μετα σου ¦ μεθ υμων CT
- o αμην ¦ — CT
- p The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Τιμόθεον πρώτη ἐγράφη ἀπὸ Λαοδικείας, ἥτις ἐστὶ μητρόπολις Φρυγίας τῆς Πακατιανῆς.