9 Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς [m]γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. 10 Ὑμεῖς μάρτυρες καὶ ὁ Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν· 11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι 12 καὶ [n]μαρτυρόμενοι, εἰς τὸ [o]περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13 [p]Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς [q]ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14 Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ· ὅτι [r]τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15 τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς [s]ἰδίους προφήτας, καὶ [t]ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε· ἔφθασε δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
- a αλλα ¦ αλλα και TR
- b ουτε ¦ ουδε CT
- c τω ¦ — CT
- d κολακειας ¦ κολακιας WH
- e εν ¦ — WH
- f απο ¦ απ CT TR
- g αλλ ¦ αλλα NA27 SBL TH WH
- h ηπιοι 85.9% ¦ νηπιοι NA WH 11.5%
- i αν ¦ εαν NA SBL WH
- j ομειρομενοι ¦ ιμειρομενοι PCK TR
- k ευδοκουμεν ¦ ηυδοκουμεν WH
- l γεγενησθε ¦ εγενηθητε CT
- m γαρ ¦ — CT
- n μαρτυρομενοι ¦ μαρτυρουμενοι TR
- o περιπατησαι ¦ περιπατειν CT
- p δια ¦ και δια CT
- q εστιν αληθως ¦ αληθως εστι SBL WH
- r τα αυτα ¦ ταυτα TR
- s ιδιους 94% ¦ — CT 5%
- t ημας ¦ υμας ST
- u διο ¦ διοτι CT
- v ιησου ¦ ιησου χριστου ANT TR
- w η ¦ — ANT