Link to home pageLanguagesLink to all Bible versions on this site
3
Wives and Husbands
1 Ὁμοίως, [a]αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, [b]καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου [c]κερδηθήσονται, 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3 Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος· 4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ [d]πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. 5 Οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι *επι ¦ επι τον SCR ¦ εις ECM NA SBL TH WH ¦ εις τον ECMἐπὶ [f]Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· 6 ὡς Σάρρα [g]ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

7 Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [h]συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ [i]ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Suffering for Righteousness' Sake
8 Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, [j]φιλόφρονες· 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, [k]εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
 
10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν,
καὶ [l]ἰδεῖν ἡμέρας ἀγαθάς,
παυσάτω τὴν γλῶσσαν [m]αὐτοῦ ἀπὸ κακοῦ,
καὶ χείλη [n]αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον·
11 [o]ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν·
ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.
12 Ὅτι [p]ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους,
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
 
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ [q]μιμηταὶ γένησθε; 14 Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε· 15 Κύριον δὲ τὸν [r]Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι [s]δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, [t]μετὰ πρᾳΰτητος καὶ φόβου· 16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ *καταλαλουσιν υμων ως κακοποιων 43.1% ¦ καταλαλωσιν υμων ως κακοποιων 𝔐pt HF TR 46% ¦ καταλαλεισθε CT 5%καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν [v]τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ [w]θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας.

18 Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν [x]ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα [y]ὑμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ [z]πνεύματι, 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασί ποτε, ὅτε [aa]ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν §ολιγαι ¦ ολιγοι ECM NA SBL TH WHὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος· 21 [cc]ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν δεξιᾷ [dd]τοῦ Θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

<- ΠΕΤΡΟΥ Α 2ΠΕΤΡΟΥ Α 4 ->