Link to home pageLanguagesLink to all Bible versions on this site
2
Keeping Christ's Commandments
1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. 2 Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. 3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. 4*λεγων ¦ λεγων οτι ECM NA SBL TH WHλέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· 5 ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν, 6 ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς ουτω ¦ — ECM SBL WHοὕτω περιπατεῖν.
A New Commandment
7 [c]Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε [d]ἀπ᾽ ἀρχῆς. 8 Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. 9 Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. 10 Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. 11 Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
 
12 Γράφω ὑμῖν, τεκνία,
ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
13 Γράφω ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Γράφω ὑμῖν, νεανίσκοι,
ὅτι νενικήκατε τὸν πονηρόν.
[e]Γράφω ὑμῖν, παιδία,
ὅτι ἐγνώκατε τὸν πατέρα.
14 Ἔγραψα ὑμῖν, πατέρες,
ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.
Ἔγραψα ὑμῖν, νεανίσκοι,
ὅτι ἰσχυροί ἐστε
καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει
καὶ νενικήκατε τὸν πονηρόν.
 
15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· 16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ—ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ [f]ἀλαζονεία τοῦ βίου—οὐκ ἔστιν ἐκ τοῦ πατρός, [g]ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. 17 Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία §αυτου ¦ — ECMαὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
The Antichrist
18 Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι [i]ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 Ἐξ ἡμῶν [j]ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ [k]ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν—ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. 20 Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου [l]καὶ οἴδατε [m]πάντα. 21 Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. 22 Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 Πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα [n]ἔχει. 24 Ὑμεῖς [o]οὖν ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς ἐν ὑμῖν μενέτω. Ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ [p]υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25 Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 Καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ [q]ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδασκη 𝔐15 ¦ διδασκει 𝔐6διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ [s]αὐτὸ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, [t]μενεῖτε ἐν αὐτῷ.

Children of God
28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα [u]ὅταν φανερωθῇ [v]ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 Ἐὰν ειδητε 𝔐19 ¦ ιδητε 𝔐25 ECMεἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι [x]πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ *γεγεννηται 𝔐15 ¦ γεγενηται 𝔐6γεγέννηται.

<- ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΤΗ 1ΙΩΑΝΝΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΤΗ 3 ->