4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς [d]ἕτερος εἰ μὴ εἷς. 5 Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ *γης ¦ της γης 𝔐pt ANT PCK TRγῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί· 6 ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.
7 Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ [f]συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. 8 Βρῶμα δὲ ἡμᾶς οὐ [g]παρίστησι τῷ Θεῷ· οὔτε [h]γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. 9 Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς [i]ἀσθενοῦσιν. 10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν [j]εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 [k]Καὶ ἀπολεῖται ὁ ἀσθενῶν [l]ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανεν; 12 Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. 13 Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 7ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 9 ->- a δε ¦ — CT
- b ειδεναι ¦ εγνωκεναι CT
- c ουδεπω ουδεν εγνωκε ¦ ουπω εγνω CT
- d ετερος ¦ — CT
- e γης ¦ της γης 𝔐pt ANT PCK TR
- f συνειδησει του ειδωλου εως αρτι 93.3% ¦ συνηθεια εως αρτι του ειδωλου CT 4.4%
- g παριστησι ¦ παραστησει CT
- h γαρ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα 80.4% ¦ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα TH 1.4% ¦ εαν μη φαγωμεν υστερουμεθα ουτε εαν φαγωμεν περισσευομεν NA WH 0.8%
- i ασθενουσιν ¦ ασθενεσιν CT
- j ειδωλειω ¦ ειδωλιω WH
- k και απολειται 90.5% ¦ και απολλυται MSS 5.2% ¦ απολλυται γαρ CT 0.8%
- l αδελφος επι τη ση γνωσει 90% ¦ εν τη ση γνωσει ο αδελφος CT 1.4%