8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς [m]ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. 9 Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· [n]κρεῖσσον γάρ ἐστι [o]γαμῆσαι ἢ πυροῦσθαι.
10 Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, §αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω—καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 Τοῖς δὲ λοιποῖς [q]ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ [r]αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. 13 Καὶ γυνὴ [s]ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ [t]αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω [u]αὐτόν. 14 Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ [v]ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν. 15 Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν [w]ἡμᾶς ὁ Θεός. 16 Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς [ii]ἀρέσει τῷ Κυρίῳ· 33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [jj]ἀρέσει τῇ γυναικί. 34 [kk]Μεμέρισται καὶ ἡ γυνὴ [ll]καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ [mm]σώματι καὶ [nn]πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς [oo]ἀρέσει τῷ ἀνδρί. 35 Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν [pp]συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ [qq]εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει [rr]γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 Ὃς δὲ ἕστηκεν [ss]ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ [tt]καρδίᾳ αὐτοῦ, [uu]τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς [vv]ποιεῖ. 38 Ὥστε καὶ ὁ [ww]ἐκγαμίζων καλῶς ποιεῖ· [xx]ὁ δὲ μὴ [yy]ἐκγαμίζων κρεῖσσον [zz]ποιεῖ.
39 Γυνὴ δέδεται []νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ []καὶ κοιμηθῇ ὁ []ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. 40 Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ []δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 8 ->- a μοι ¦ — CT
- b οφειλομενην ευνοιαν ¦ οφειλην CT
- c αλλ ¦ αλλα NA27 SBL TH WH
- d αλλ ¦ αλλα NA27 SBL TH WH
- e σχολαζητε ¦ σχολασητε CT
- f τη νηστεια και 91.5% ¦ — CT 6.8%
- g συνερχησθε ¦ συνερχεσθε PCK ¦ ητε CT
- h συγγνωμην ¦ συνγνωμην TH WH
- i γαρ ¦ δε CT
- j αλλ ¦ αλλα CT
- k χαρισμα εχει ¦ εχει χαρισμα CT
- l ος μεν ουτως ος 94% ¦ ο μεν ουτως ο CT 4%
- m εστιν ¦ — CT
- n κρεισσον ¦ κρειττον CT
- o γαμησαι ¦ γαμειν WH
- p αλλ ¦ αλλα NA27 SBL TH WH
- q εγω λεγω ¦ λεγω εγω CT
- r αὐτὴ ¦ αὕτη CT
- s ητις ¦ ει τις ANT NA SBL
- t αυτος ¦ ουτος CT
- u αυτον ¦ τον ανδρα CT
- v ανδρι 94.7% ¦ αδελφω CT 3.5%
- w ημας ¦ υμας NA WH
- x εμερισεν ¦ μεμερικεν WH
- y θεος 86% ¦ κυριος CT 4.5%
- z κυριος ¦ θεος CT
- aa τις εκληθη ¦ κεκληται τις CT
- bb και ¦ — CT
- cc γινεσθε ¦ γεινεσθε TH
- dd θεω ¦ τω θεω ANT TR
- ee γημης ¦ γαμησης CT
- ff αδελφοι ¦ αδελφοι οτι SCR
- gg το λοιπον εστιν ¦ εστι το λοιπον CT
- hh τω κοσμω τουτω ¦ τον κοσμον CT
- ii αρεσει ¦ αρεση CT
- jj αρεσει ¦ αρεση CT
- kk μεμερισται και ¦ μεμερισται TR ¦ και μεμερισται και CT
- ll και η παρθενος η αγαμος 91.9% ¦ η αγαμος και η παρθενος CT 3.7%
- mm σωματι ¦ τω σωματι CT
- nn πνευματι ¦ τω πνευματι CT
- oo αρεσει ¦ αρεση CT
- pp συμφερον ¦ συμφορον CT
- qq ευπροσεδρον ¦ ευπαρεδρον ANT CT
- rr γινεσθαι ¦ γεινεσθαι TH
- ss εδραιος εν τη καρδια ¦ εν τη καρδια αυτου εδραιος CT
- tt καρδια αυτου ¦ ιδια καρδια CT
- uu του ¦ — CT
- vv ποιει ¦ ποιησει CT
- ww εκγαμιζων 69.7% ¦ γαμιζων MSS 7.4% ¦ γαμιζων την εαυτου παρθενον NA WH 3.8% ¦ γαμιζων την παρθενον εαυτου SBL TH 0.3% ¦ {omit καλως ποει 38 ωστε και ο εκγαμιζον} MSS 6.7%
- xx ο δε ¦ και ο CT
- yy εκγαμιζων ¦ γαμιζων CT
- zz ποιει ¦ ποιησει CT
- νομω 95.1% ¦ — CT 2.5%
- και ¦ — ANT CT TR
- ανηρ ¦ ανηρ αυτης ANT TR
- δε ¦ γαρ WH