6
Lawsuits Among Believers
1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 [a]Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά; 4 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε. 5 Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ [b]ἔνι ἐν ὑμῖν [c]σοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6 §αλλα ¦ αλλ NA28ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 Ἤδη μὲν οὖν ὅλως ἥττημα [e]ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 †αλλα ¦ αλλ NA28 PCKἈλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ [g]ταῦτα ἀδελφούς.
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι [h]βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, 10 οὔτε [i]πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ [j]οὐ κληρονομήσουσι. 11 Καὶ ταῦτά τινες ἦτε· ‡αλλα ¦ αλλ NA28ἀλλὰ ἀπελούσασθε, §αλλα ¦ αλλ NA28 PCKἀλλὰ ἡγιάσθητε, *αλλ ¦ αλλα ANT NA27 SBL TH WHἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου [n]Ἰησοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν.
Flee Fornication
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. 16 ‡ουκ ¦ η ουκ 𝔐pt ANT CT PCK TRΟὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, [p]καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 5ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 7 ->
- a ουκ ¦ η ουκ CT
- b ενι ¦ εστιν TR
- c σοφος ουδε εις ¦ ουδεις σοφος CT
- d αλλα ¦ αλλ NA28
- e υμιν ¦ εν υμιν TR
- f αλλα ¦ αλλ NA28 PCK
- g ταυτα ¦ τουτο CT
- h βασιλειαν θεου ¦ θεου βασιλειαν CT
- i πλεονεκται ουτε κλεπται ουτε ¦ κλεπται ουτε πλεονεκται ουτε TR ¦ κλεπται ουτε πλεονεκται ου CT
- j ου 82.1% ¦ — CT 14.3%
- k αλλα ¦ αλλ NA28
- l αλλα ¦ αλλ NA28 PCK
- m αλλ ¦ αλλα ANT NA27 SBL TH WH
- n ιησου ¦ ιησου χριστου NA ¦ ημων ιησου χριστου TH WH
- o ουκ ¦ η ουκ 𝔐pt ANT CT PCK TR
- p και εν τω πνευματι υμων ατινα εστι του θεου 93.4% ¦ — CT 3.8%