3 Ἐγὼ μὲν γὰρ [d]ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτω τοῦτο κατεργασάμενον, 4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ [e]Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ [f]Χριστοῦ, 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου [g]Ἰησοῦ.
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 §εκκαθαρατε ¦ εκκαθαρατε ουν 𝔐pt ANT PCK TRἘκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν [i]ὑπὲρ ἡμῶν [j]ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις [k]εἰλικρινείας καὶ ἀληθείας.
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· 10 [l]καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις, [m]ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ [n]ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 [o]Νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 Τί γάρ μοι [p]καὶ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 Τοὺς δὲ ἔξω ὁ Θεὸς [q]κρινεῖ. [r]Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 4ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 6 ->- a ονομαζεται 95.5% ¦ — CT 3.3%
- b εξαρθη ¦ αρθη CT
- c ποιησας ¦ πραξας NA WH
- d ως ¦ — CT
- e χριστου ¦ — NA SBL WH
- f χριστου ¦ — CT
- g ιησου ¦ — NA SBL WH
- h εκκαθαρατε ¦ εκκαθαρατε ουν 𝔐pt ANT PCK TR
- i υπερ ημων 91.4% ¦ — CT 3.5%
- j ετυθη ¦ εθυθη SCR
- k ειλικρινειας ¦ ειλικρινιας WH
- l και ¦ — CT
- m η ¦ και CT
- n οφειλετε ¦ ωφειλετε CT
- o νυν ¦ νυνι HF PCK TR
- p και ¦ — CT
- q κρινεῖ ¦ κρίνει SBL TR WH
- r και εξαρειτε ¦ εξαρατε CT