6 [d]Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ [e]διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 Καὶ γὰρ ἐὰν ἄδηλον [f]φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν [g]ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν [h]αὐτῶν ἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 [i]Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. 15 Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεὶ ἐὰν [j]εὐλογήσῃς [k]τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 Εὐχαριστῶ τῷ Θεῷ [l]μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις [m]λαλῶν· 19 †αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους [o]διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία [p]γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι [q]γίνεσθε. 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν [r]ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες [s]γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 [t]καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ [u]γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι [v]Ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
34 Αἱ γυναῖκες [bb]ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ [cc]ἐπιτέτραπται αὐταῖς λαλεῖν, †αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ [ee]ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35 Εἰ δέ τι [ff]μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι [gg]γυναιξὶν [hh]ἐν ἐκκλησίᾳ λαλεῖν. 36 Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, [ii]ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι [jj]Κυρίου [kk]εἰσὶν ἐντολαί. 38 Εἰ δέ τις ἀγνοεῖ, [ll]ἀγνοείτω. 39 Ὥστε, [mm]ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν [nn]γλώσσαις μὴ κωλύετε· 40 [oo]πάντα εὐσχημόνως καὶ κατὰ τάξιν [pp]γινέσθω.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 15 ->- a τω ¦ — CT
- b γαρ ¦ δε CT
- c διερμηνευει ¦ διερμηνευη CT TR
- d νυνι ¦ νυν CT
- e διδω ¦ δω CT TR
- f φωνην σαλπιγξ ¦ σαλπιγξ φωνην NA TH WH
- g εστιν ¦ εισιν CT
- h αυτων 89.7% ¦ — CT SCR 7%
- i διοπερ ¦ διο CT
- j ευλογησης ¦ ευλογης CT
- k τω ¦ εν NA WH ¦ — SBL TH
- l μου ¦ — CT
- m λαλων ¦ λαλω CT
- n αλλ ¦ αλλα NA27 SBL TH WH
- o δια του νοος 88.8% ¦ τω νοι CT 7.8%
- p γινεσθε ¦ γεινεσθε TH
- q γινεσθε ¦ γεινεσθε TH
- r ετεροις ¦ ετερων CT
- s γλωσσαις λαλωσιν ¦ λαλωσι γλωσσαις CT
- t και ουτω 92.9% ¦ — CT 5.6%
- u γινεται ¦ γεινεται TH
- v ο θεος οντως ¦ οντως ο θεος CT PCK
- w υμων 95% ¦ — CT 2.7%
- x γλωσσαν εχει αποκαλυψιν ¦ αποκαλυψιν εχει γλωσσαν CT
- y ερμηνειαν ¦ ερμηνιαν TH WH
- z γινεσθω ¦ γενεσθω TR ¦ γεινεσθω TH
- aa αλλα ¦ αλλ NA28 PCK TR
- bb υμων ¦ — CT
- cc επιτετραπται ¦ επιτρεπεται CT
- dd αλλ ¦ αλλα NA27 SBL TH WH
- ee υποτασσεσθαι ¦ υποτασσεσθωσαν CT
- ff μαθειν ¦ μανθανειν WH
- gg γυναιξιν ¦ γυναικι CT
- hh εν εκκλησια λαλειν ¦ λαλειν εν εκκλησια CT
- ii επιγινωσκετω ¦ επιγεινωσκετω TH
- jj κυριου ¦ του κυριου ANT TR
- kk εισιν εντολαι ¦ εστιν εντολη NA TH WH ¦ εστιν SBL
- ll αγνοειτω ¦ αγνοειται CT
- mm αδελφοι ¦ αδελφοι μου CT
- nn γλωσσαις μη κωλυετε ¦ μη κωλυετε γλωσσαις CT
- oo παντα ¦ παντα δε CT
- pp γινεσθω ¦ γεινεσθω TH