23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ [q]παρεδίδοτο ἔλαβεν ἄρτον, 24 καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, [r]Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν [s]κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 25 Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις [t]ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 Ὁσάκις γὰρ [u]ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον [v]τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρις οὗ [w]ἂν ἔλθῃ.
27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον [x]τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου *αναξιως 𝔐19 ¦ αναξιως του κυριου 𝔐10 HF RPἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ [z]τοῦ αἵματος τοῦ Κυρίου. 28 Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. 29 Ὁ γὰρ ἐσθίων καὶ πίνων [aa]ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα [bb]τοῦ Κυρίου. 30 Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. 31 Εἰ [cc]γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. 32 Κρινόμενοι δέ, ὑπὸ [dd]Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. 34 Εἰ [ee]δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπά, ὡς ἂν ἔλθω, διατάξομαι.
<- ΠΑΥΛΟΥ Η ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΤΗ 10ΠΑΥΛΟΥ Η ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΤΗ 12 ->- a γινεσθε ¦ γεινεσθε TH
- b αδελφοι ¦ — CT
- c χριστου ¦ του χριστου CT
- d ἑαυτῆς ¦ αὐτῆς CT
- e κειρασθαι ¦ κειρεσθαι PCK
- f γυνη ¦ η γυνη CT
- g ανηρ χωρις γυναικος ουτε γυνη χωρις ανδρος ¦ γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος CT
- h η ¦ — CT
- i αυτη η φυσις ¦ η φυσις αυτη CT
- j δεδοται 𝔐pt ¦ δεδοται αυτη 𝔐pt ANT NA TR WH
- k κρειττον ¦ κρεισσον CT
- l αλλ ¦ αλλα SBL TH WH
- m ηττον ¦ ησσον CT
- n εκκλησια ¦ τη εκκλησια TR
- o οι ¦ και οι NA SBL WH
- p υμιν ειπω ¦ ειπω υμιν CT
- q παρεδιδοτο ¦ παρεδιδετο CT
- r λαβετε φαγετε 88.7% ¦ — CT 8.3%
- s κλωμενον ¦ — CT
- t αν ¦ εαν CT
- u αν ¦ εαν CT
- v τουτο ¦ — CT
- w αν ¦ — CT
- x τουτον ¦ — CT
- y αναξιως 𝔐19 ¦ αναξιως του κυριου 𝔐10 HF RP
- z του ¦ — ANT TR
- aa αναξιως 95.6% ¦ — CT 1.5%
- bb του κυριου ¦ — CT
- cc γαρ ¦ δε CT
- dd κυριου ¦ του κυριου ANT NA WH
- ee δε ¦ — CT
Languages