Link to home pageLanguagesLink to all Bible versions on this site

1 Ἀλήθειαν λέγω ἐν χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, 2 ὅτι λύπη μοι ἐστὶν μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3 Εὐχόμην γὰρ *⸉ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι RP f35 TR ¦ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ TNT2 WH NA NIV SBL ⸉αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι⸊ ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· 4 οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· 7 οὐδ᾽ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλ᾽ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. 8 Τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9 Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν— 11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ *⸂ κακόν RP f35 TR ¦ φαῦλον TNT2 WH NA NIV SBL ⸂κακόν,⸃ ἵνα ἡ κατ᾽ ἐκλογὴν *⸉ πρόθεσις τοῦ θεοῦ RP f35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ πρόθεσις TR ⸉πρόθεσις τοῦ θεοῦ⸊ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, 12 ἐρρήθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 13 *⸂ Καθὼς RP f35 TR TNT2 NA27+28 NIV SBL ¦ Καθάπερ WH NA25⸂Καθὼς⸃ γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.

14 Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. 15 Τῷ *⸉ γὰρ Μωϋσῇ RP f35 ¦ γὰρ Μωσῇ TR ¦ Μωϋσεῖ γὰρ TNT2 WH NA NIV SBL ⸉γὰρ Μωϋσῇ⸊ λέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. 16 Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. 17 Λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.

19 Ἐρεῖς *⸉ οὖν μοι RP f35 TR ¦ μοι οὖν TNT2 WH NA NIV SBL ⸉οὖν μοι,⸊ Τί *⸆ – RP f35 TR TNT2 WH NA25 ¦ οὖν NA27+28 NIV SBL ⸆ ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20 *⸉ Μενοῦνγε, ὦ ἄνθρωπε RP f35 TR ¦ Ὦ ἄνθρωπε, μενοῦνγε TNT2 WH NA NIV SBL ⸉Μενοῦνγε, ὦ ἄνθρωπε,⸊ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 23 *⸋ καὶ RP f35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋καὶ⸌ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, Καλέσω τὸν οὐ λαόν μου λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. 26 Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐρρήθη *⸋ αὐτοῖς RP f35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋αὐτοῖς,⸌ Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. 27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ *⸂ κατάλειμμα RP f35 TR ¦ ὑπόλειμμα TNT2 NA NIV SBL ¦ ὑπόλιμμα WH ⸂κατάλειμμα⸃ σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων *⸋ ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον⸌ ποιήσει κύριος ἐπὶ τῆς γῆς. 29 Καὶ καθὼς προείρηκεν Ἠσαΐας, Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων *⸂ νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης RP f35 TR ¦ νόμον δικαιοσύνης, εἰς νόμον TNT2 WH NA NIV SBL ⸂νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης⸃ οὐκ ἔφθασεν. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾽ ὡς ἐξ ἔργων *⸋ νόμου RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋νόμου·⸌ προσέκοψαν *2 γὰρ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL 2γὰρ⸌ τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου· καὶ *⸋ πᾶς RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋πᾶς⸌ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.

<- ΡΩΜΑΙΟΥΣ 8ΡΩΜΑΙΟΥΣ 10 ->