Link to home pageLanguagesLink to all Bible versions on this site

1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2 Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν *⸋ γὰρ RP f35 TR WH NA NIV SBL ¦ – TNT2 ⸋γὰρ⸌ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. 3 Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; 4 Μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, *⸂ καθὼς RP f35 TR NA27+28 NIV SBL ¦ καθάπερ TNT2 WH NA25 ⸂καθὼς⸃ γέγραπται, Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ *2 νικήσῃς RP f35 TR TNT2 ¦ νικήσεις WH NA NIV SBL 2νικήσῃς⸃ ἐν τῷ κρίνεσθαί σε. 5 Εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν;—κατὰ ἄνθρωπον λέγω— 6 Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; 7 Εἰ *⸂ γὰρ RP f35 TR TNT2 ¦ δὲ WH NA NIV SBL ⸂γὰρ⸃ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; 8 Καὶ μή—καθὼς βλασφημούμεθα, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν—ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.

9 Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, 10 καθὼς γέγραπται *⸋ ὅτι RP TR TNT2 WH NA NIV SBL ¦ – f35 ⸋ὅτι⸌ *⸂ Οὐκ ἔστι(ν) δίκαιος … οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν … οὐκ ἔστι(ν) ποιῶν RP f35 TR TNT2 SBL ¦ Οὐκ ἔστιν δίκαιος … οὐκ ἔστιν συνιῶν, οὐκ ἔστιν ἐκζητῶν … οὐκ ἔστιν ποιῶν WH ¦ Οὐκ ἔστιν δίκαιος … οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν … οὐκ ἔστιν ὁ ποιῶν NA NIV ⸂Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς· 11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· 12 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν⸃ χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· 13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· 14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· 15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· 16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· 18 οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· 20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· 22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ χριστοῦ εἰς πάντας *⸋ καὶ ἐπὶ πάντας RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ ἐπὶ πάντας⸌ τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή· 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν χριστῷ Ἰησοῦ· 25 ὃν προέθετο ὁ θεὸς ἱλαστήριον, διὰ *⸋ τῆς RP f35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL ⸋τῆς⸌ πίστεως, ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, 26 ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ· πρὸς *⸆ – RP f35 TR ¦ τὴν TNT2 WH NA NIV SBL ⸆ ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. 27 Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28 Λογιζόμεθα *⸂ οὖν RP f35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL ⸂οὖν⸃ *⸉ πίστει δικαιοῦσθαι RP f35 TR ¦ δικαιοῦσθαι πίστει TNT2 WH NA NIV SBL ⸉πίστει δικαιοῦσθαι⸊ ἄνθρωπον, χωρὶς ἔργων νόμου. 29 Ἢ Ἰουδαίων ὁ θεὸς μόνον; Οὐχὶ *⸋ δὲ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋δὲ⸌ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν· 30 *⸂ ἐπείπερ RP f35 TR ¦ εἴπερ TNT2 WH NA NIV SBL ⸂ἐπείπερ⸃ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31 Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν.

<- ΡΩΜΑΙΟΥΣ 2ΡΩΜΑΙΟΥΣ 4 ->