1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων *⸂ τὰ ἑπτὰ πνεύματα … τοὺς ἑπτὰ ἀστέρας RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ πνεύματα … τοὺς ἑπτὰ ἀστέρας TR ⸂τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·⸃ Οἶδά σου τὰ ἔργα, ὅτι *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR ⸆ ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. 2 Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ *⸂ ἔμελλες ἀποβάλλειν RP ¦ ἔμελλες ἀποβαλεῖν f 35 ¦ μὲλλει ἀποθανεῖν TR ¦ ἔμελλον ἀποθανεῖν TNT2 WH NA NIV SBL ⸂ἔμελλες ἀποβάλλειν·⸃ οὐ γὰρ εὕρηκά σου *⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋τὰ⸌ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ *⸋2 μου RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋2μου.⸌ 3 Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, *⸂ ἥξω ἐπί σε … ἥξω ἐπί σε. RP f 35 TR ¦ ἥξω … ἥξω ἐπί σε. TNT2 WH NA NIV SBL ⸂ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ *⸂2 γνῷς RP f 35 TR WH NA NIV SBL ¦ γνώσῃ TNT2 ⸂2γνῷς⸃ ποίαν ὥραν ἥξω ἐπί σε.⸃ 4 *⸂ Ἀλλ᾽ RP f 35 NA28 ¦ – TR ¦ Ἀλλὰ TNT2 WH NA25+27 NIV SBL ⸂Ἀλλ᾽⸃ *⸉ ὀλίγα ἔχεις RP f 35 ¦ ἔχεις ὀλίγα TR TNT2 WH NA NIV SBL ⸉ὀλίγα ἔχεις⸊ ὀνόματα *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR ⸆ ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5 Ὁ νικῶν, *⸂ οὗτος RP TR ¦ οὕτως f 35 TNT2 WH NA NIV SBL ⸂οὗτος⸃ περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ *⸂2 ὁμολογήσω RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐξομολογήσομαι TR ⸂2ὁμολογήσω⸃ τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν *⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋τοῦ⸌ Δαυίδ, *⸂ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει RP f 35 ¦ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείει· καὶ κλείει καὶ οὐδεὶς ἀνοίγει TR ¦ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει· καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει TNT2 WH NA NIV SBL ⸂ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει.⸃ 8 Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, *⸂ ἣν RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR ⸂ἣν⸃ οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. 9 Ἰδού, *⸂ δίδωμι RP f 35 TR ¦ διδῶ TNT2 WH NA NIV SBL ⸂δίδωμι⸃ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα *⸂2 ἥξωσιν καὶ προσκυνήσωσιν RP ¦ ἥξουσιν καὶ προσκυνήσωσιν f 35 ¦ ἥξωσι καὶ προσκυνήσωσιν TR ¦ ἥξουσιν καὶ προσκυνήσουσιν TNT2 WH NA NIV SBL ⸂2ἥξωσιν καὶ προσκυνήσωσιν⸃ ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι *⸆ – RP f 35 ¦ ἐγὼ TR TNT2 WH NA NIV SBL ⸆ ἠγάπησά σε. 10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἰδού TR ⸆ Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ *⸂ καταβαίνει RP f 35 ¦ καταβαίνουσα TR TNT2 WH NA NIV SBL ⸂καταβαίνει⸃ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 Καὶ τῷ ἀγγέλῳ *⸂ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας RP f 35 TNT2 NA NIV SBL ¦ τῆς ἐκκλησίας Λαοδικέων TR ¦ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας WH ⸂τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς *⸂2 ὁ πιστὸς καὶ ἀληθινός RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁ πιστὸς καὶ ὁ ἀληθινός WH ⸂2ὁ πιστὸς καὶ ἀληθινός,⸃ ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ· 15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς *⸂ ἦς RP f 35 TNT2 WH NA NIV SBL ¦ εἴης TR ⸂ἦς⸃ ἢ ζεστός. 16 Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ *⸂ οὐ ζεστὸς οὔτε ψυχρός RP f 35 ¦ οὔτε ψυχρός οὔτε ζεστὸς TR ¦ οὔτε ζεστὸς οὔτε ψυχρός TNT2 WH NA NIV SBL ⸂οὐ ζεστὸς οὔτε ψυχρός,⸃ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 Ὅτι λέγεις, *⸆ – RP f 35 ¦ ὅτι TR TNT2 WH NA NIV SBL ⸆ Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ *⸂ οὐδενὸς RP f 35 TR ¦ οὐδὲν TNT2 WH NA NIV SBL ⸂οὐδενὸς⸃ χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ *⸂2 ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς RP f 35 ¦ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς TR TNT2 NA NIV SBL ¦ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς WH ⸂2ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς⸃ καὶ τυφλὸς καὶ γυμνός· 18 συμβουλεύω σοι ἀγοράσαι *⸉ χρυσίον παρ᾽ ἐμοῦ RP f 35 ¦ παρ᾽ ἐμοῦ χρυσίον TR TNT2 WH NA NIV SBL ⸉χρυσίον παρ᾽ ἐμοῦ⸊ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον *⸂ ἵνα ἐγχρίσῃ RP ¦ ἐγχρῖσον f 35 TR ¦ ἐγχρῖσαι TNT2 WH NA NIV SBL ⸂ἵνα ἐγχρίσῃ⸃ *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐπὶ f 35 ⸆ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς. 19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· *⸂ ζήλωσον RP f 35 TR ¦ ζήλευε TNT2 WH NA NIV SBL ⸂ζήλωσον⸃ οὖν καὶ μετανόησον. 20 Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, *⸋ καὶ RP f 35 NA27+28 NIV73 SBL ¦ – TR TNT2 WH NA25 NIV11 ⸋καὶ⸌ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾽ αὐτοῦ, καὶ αὐτὸς μετ᾽ ἐμοῦ. 21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
<- ΑΠΟΚΑΛΥΨΙΣ 2ΑΠΟΚΑΛΥΨΙΣ 4 ->