1 Καὶ *⸂ ἐστάθην RP f 35 TR ¦ ἐστάθη TNT2 WH NA NIV SBL ⸂ἐστάθην⸃ ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον *⸉ κέρατα δέκα καὶ κεφαλὰς ἑπτά RP f 35 TNT2 WH NA NIV SBL ¦ κεφαλὰς ἑπτά καὶ κέρατα δέκα TR ⸉κέρατα δέκα καὶ κεφαλὰς ἑπτά,⸊ καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ *⸂2 ὀνόματα RP f 35 TNT2 WH NA SBL ¦ ὀνόμα TR NIV ⸂2ὀνόματα⸃ βλασφημίας. 2 Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην. 3 Καὶ *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶδον TR ⸆ μίαν *⸋ ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋ἐκ⸌ τῶν κεφαλῶν αὐτοῦ *⸂ ὡσεὶ RP f 35 ¦ ὡς TR TNT2 WH NA NIV SBL ⸂ὡσεὶ⸃ ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ *⸂2 ἐθαύμασεν ὅλη ἡ γῆ RP f 35 ¦ ἐθαυμάσθη ἐν ὅλῃ τῇ γῇ TR TNT2 ¦ ἐθαυμάσθη ὅλη ἡ γῆ WH NA NIV SBL ⸂2ἐθαύμασεν ὅλη ἡ γῆ⸃ ὀπίσω τοῦ θηρίου· 4 καὶ προσεκύνησαν *⸂ τῷ δράκοντι τῷ δεδωκότι RP f 35 ¦ τόν δράκοντα ὅς ἔδωκεν TR ¦ τῷ δράκοντι ὅτι ἔδωκεν TNT2 WH NA NIV SBL ⸂τῷ δράκοντι τῷ δεδωκότι⸃ τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν *⸂2 τῷ θηρίῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ θηρίον TR ⸂2τῷ θηρίῳ,⸃ λέγοντες, *⸂3 Τίς ὅμοιος … Καὶ τίς δυνατὸς RP f 35 ¦ Τίς ὅμοιος … Τίς δύναται TR ¦ Τίς ὅμοιος … Καὶ τίς δύναται TNT2 WH NA NIV SBL ⸂3Τίς ὅμοιος τῷ θηρίῳ; Καὶ τίς δυνατὸς⸃ πολεμῆσαι μετ᾽ αὐτοῦ; 5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ *⸂ βλασφημίαν RP f 35 ¦ βλασφημίας TR TNT2 WH NA NIV SBL ⸂βλασφημίαν·⸃ καὶ ἐδόθη αὐτῷ ἐξουσία *⸋ πόλεμον RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋πόλεμον⸌ ποιῆσαι μῆνας τεσσαράκοντα *⸆ – RP f 35 TR TNT2 SBL ¦ καὶ WH NA NIV ⸆ δύο. 6 Καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς *⸂ βλασφημίαν RP f 35 TR ¦ βλασφημίας TNT2 WH NA NIV SBL ⸂βλασφημίαν⸃ πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR ⸆ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7 Καὶ ἐδόθη αὐτῷ *⸉ ποιῆσαι πόλεμον RP f 35 TNT2 WH NA NIV SBL ¦ πόλεμον ποιῆσαι TR ⸉ποιῆσαι πόλεμον⸊ μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν *⸋ καὶ λαὸν RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR ⸋καὶ λαὸν⸌ καὶ γλῶσσαν καὶ ἔθνος. 8 Καὶ προσκυνήσουσιν *⸂ αὐτῷ RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL ⸂αὐτῷ⸃ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, *⸂2 ὧν RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL ⸂2ὧν⸃ οὐ γέγραπται *⸂3 τὸ ὄνομα RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ ὄνοματα TR ⸂3τὸ ὄνομα⸃ *⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL ⸆ ἐν *⸂4 τῷ βιβλίῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ βίβλῳ TR ⸂4τῷ βιβλίῳ⸃ τῆς ζωῆς τοῦ ἀρνίου *⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR ⸋τοῦ⸌ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. 9 Εἴ τις ἔχει οὖς, ἀκουσάτω. 10 *⸂ Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει· RP f 35 ¦ Εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· TR ¦ Εἴ τις εἰς αἰχμαλωσίαν, ὑπάγει· TNT2 ¦ Εἴ τις εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· WH NA NIV SBL ⸂Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει·⸃ *⸂2 εἴ τις … ἀποκτενεῖ, δεῖ αὐτὸν … ἀποκτανθῆναι. RP f 35 TR TNT2 WH NA25 ¦ εἴ τις … ἀποκτανθῆναι, αὐτὸν … ἀποκτανθῆναι. NA27+28 NIV SBL ⸂2εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι.⸃ Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ *⸂ ἐποίει RP f 35 ¦ ποιεῖ TR TNT2 WH NA NIV SBL ⸂ἐποίει⸃ τὴν γῆν καὶ τοὺς *⸉ ἐν αὐτῇ κατοικοῦντας RP f 35 TNT2 WH NA NIV SBL ¦ κατοικοῦντας ἐν αὐτῇ TR ⸉ἐν αὐτῇ κατοικοῦντας⸊ ἵνα *⸂2 προσκυνήσωσιν RP f 35 ¦ προσκυνήσωσι TR ¦ προσκυνήσουσιν TNT2 WH NA NIV SBL ⸂2προσκυνήσωσιν⸃ τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 Καὶ ποιεῖ σημεῖα μεγάλα, *⸂ καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ RP f 35 ¦ ἵνα καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ TR ¦ ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν TNT2 WH NA NIV SBL ⸂καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ⸃ *⸂2 ἐπὶ RP f 35 ¦ εἰς TR TNT2 WH NA NIV SBL ⸂2ἐπὶ⸃ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 Καὶ πλανᾷ *⸋ τοὺς ἐμοὺς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL ⸋τοὺς ἐμοὺς⸌ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ *⸂ ὃ εἶχεν RP f 35 ¦ ὃ ἔχει TR ¦ ὃς ἔχει TNT2 WH NA NIV SBL ⸂ὃ εἶχεν⸃ τὴν πληγὴν *⸂2 καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας RP ¦ τῆς μαχαίρας καὶ ἔζησεν f 35 ¦ τῆς μαχαίρης καὶ ἔζησε TR ¦ τῆς μαχαίρης καὶ ἔζησεν TNT2 WH NA NIV SBL ⸂2καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.⸃ 15 Καὶ ἐδόθη *⸂ αὐτῷ … τῇ εἰκόνι RP f 35 TR TNT2 NA NIV SBL ¦ αὐτῇ … τῇ εἰκόνι WH ⸂αὐτῷ *⸉ πνεῦμα δοῦναι RP f 35 ¦ δοῦναι πνεῦμα TR TNT2 WH NA NIV SBL ⸉πνεῦμα δοῦναι⸊ τῇ εἰκόνι⸃ τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, *⸆ – RP f 35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL ⸆ ὅσοι *⸂2 ἐὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἂν TR ⸂2ἐὰν⸃ μὴ προσκυνήσωσιν *⸂3 τῇ εἰκόνι RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴν εἰκόνα TR ⸂3τῇ εἰκόνι⸃ τοῦ θηρίου, *⸆2 – RP TNT2 WH NA NIV SBL ¦ ἵνα f 35 TR ⸆2 ἀποκτανθῶσιν. 16 Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα *⸂ δώσωσιν RP ¦ δῶσιν f 35 TNT2 WH NA NIV SBL ¦ δώσῃ TR ⸂δώσωσιν⸃ αὐτοῖς *⸂2 χαράγματα RP f 35 ¦ χάραγμα TR TNT2 WH NA NIV SBL ⸂2χαράγματα⸃ ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ *⸂3 τὸ μέτωπον RP TNT2 WH NA NIV SBL ¦ τῶν μετώπων f 35 TR ⸂3τὸ μέτωπον⸃ αὐτῶν, 17 καὶ ἵνα μή τις *⸂ δύναται RP ¦ δύνηται f 35 TR TNT2 WH NA NIV SBL ⸂δύναται⸃ ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, *⸂2 τὸ ὄνομα … ἢ τὸν ἀριθμὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἢ τὸ ὄνομα … ἢ τὸν ἀριθμὸν TR ⸂2τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν⸃ τοῦ ὀνόματος αὐτοῦ. 18 Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων *⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸν TR ⸆ νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν, καὶ ὁ ἀριθμὸς αὐτοῦ *⸋ ἐστὶν RP f 35 TNT2 ¦ – TR WH NA NIV SBL ⸋ἐστὶν⸌ *⸂ ἑξακόσια ἑξήκοντα ἕξ RP ¦ χξς᾽ f 35 TR TNT2 ¦ ἑξακόσιοι ἑξήκοντα ἕξ WH NA NIV SBL ⸂ἑξακόσια ἑξήκοντα ἕξ.⸃
<- ΑΠΟΚΑΛΥΨΙΣ 12ΑΠΟΚΑΛΥΨΙΣ 14 ->