Link to home pageLanguagesLink to all Bible versions on this site

1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.

2 Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. 3 *⸂ Ναί RP f35 TNT2 WH NA NIV SBL Ead ¦ Καὶ TR ⸂Ναί,⸃ ἐρωτῶ καί σε, *⸉ σύζυγε γνήσιε RP f35 TR ¦ γνήσιε σύνζυγε TNT2 WH Ead ¦ γνήσιε σύζυγε NA NIV SBL ⸉σύζυγε γνήσιε,⸊ συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

4 Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. 5 Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ κύριος ἐγγύς. 6 Μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν. 7 Καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν χριστῷ Ἰησοῦ.

8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε. 9 Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.

10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. 11 Οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμί, αὐτάρκης εἶναι. 12 Οἶδα *⸂ καὶ RP f35 TNT2 WH NA NIV SBL Ead ¦ δὲ TR ⸂καὶ⸃ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. 13 Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με *⸋ χριστῷ RP f35 TR ¦ – TNT2 WH NA NIV SBL Ead ⸋χριστῷ.⸌ 14 Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. 15 Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι· 16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. 17 Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. 18 Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. 19 Ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ *⸂ τὸν πλοῦτον RP f35 TR ¦ τὸ πλοῦτος TNT2 WH NA NIV SBL Ead ⸂τὸν πλοῦτον⸃ αὐτοῦ ἐν δόξῃ, ἐν χριστῷ Ἰησοῦ. 20 Τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

21 Ἀσπάσασθε πάντα ἅγιον ἐν χριστῷ Ἰησοῦ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. 22 Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ *⸋ τῆς RP f35 TR TNT2 WH NA NIV SBL ¦ – Ead ⸋τῆς⸌ Καίσαρος οἰκίας.

23 Ἡ χάρις *⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP f35 TNT2 WH NA NIV SBL Ead ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ⸃ μετὰ *2 πάντων ὑμῶν RP f35 TR ¦ τοῦ πνεύματος ὑμῶν TNT2 WH NA NIV SBL Ead 2πάντων ὑμῶν.⸃ *⸋ Ἀμήν. RP f35 TR NIV11 ¦ – TNT2 WH NA NIV73 SBL Ead ⸋Ἀμήν.⸌

<- ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3