1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, *⸂ μετρηθήσεται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀντιμετρηθήσεται TR ⸂μετρηθήσεται⸃ ὑμῖν. 3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος *⸂ ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL ⸂ἀπὸ⸃ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 Ὑποκριτά, ἔκβαλε πρῶτον *⸉ τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP f 35 TR ¦ ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν TNT2 WH NA NIV SBL ⸉τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,⸊ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε *⸂ καταπατήσωσιν RP f 35 TR ¦ καταπατήσουσιν TNT2 WH NA NIV SBL ⸂καταπατήσωσιν⸃ αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι *⸂ ἀνοιγήσεται RP f 35 TR WH NA NIV SBL ¦ ἀνοίγεται TNT2 ⸂ἀνοιγήσεται.⸃ 9 Ἢ τίς *⸋ ἐστιν RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH ⸋ἐστιν⸌ ἐξ ὑμῶν ἄνθρωπος, ὃν *⸂ ἐὰν αἰτήσῃ RP f 35 TR NIV73 ¦ αἰτήσει TNT2 WH NA NIV11 SBL ⸂ἐὰν αἰτήσῃ⸃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 *⸆ – RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL ⸆ Καὶ *⸂ ἐὰν ἰχθὺν αἰτήσῃ RP f 35 TR ¦ ἰχθὺν αἰτήσει TNT2 WH NA NIV SBL ⸂ἐὰν ἰχθὺν αἰτήσῃ,⸃ μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; 12 Πάντα οὖν ὅσα *⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL ⸂ἂν⸃ θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13 Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα *⸋ ἡ πύλη RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH ⸋ἡ πύλη,⸌ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς· 14 *⸂ τί RP f 35 TNT2 NA27+28 NIV11 ¦ ὅτι TR WH NA25 NIV73 SBL ⸂τί⸃ στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15 Προσέχετε *⸋ δὲ RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL ⸋δὲ⸌ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν *⸂ σταφυλήν RP f 35 TR ¦ σταφυλὰς TNT2 WH NA NIV SBL ⸂σταφυλήν,⸃ ἢ ἀπὸ τριβόλων σῦκα; 17 Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς *⸂ ποιεῖν … ποιεῖν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐνεγκεῖν … ἐνεγκεῖν WH NA25 ⸂ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.⸃ 19 Πᾶν *⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ οὖν f 35 ⸆ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 Ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. 21 Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν *⸆ – RP f 35 TR ¦ τοῖς TNT2 WH NA NIV SBL ⸆ οὐρανοῖς. 22 Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, *⸂ ὁμοιώσω αὐτὸν RP f 35 TR ¦ ὁμοιωθήσεται TNT2 WH NA NIV SBL ⸂ὁμοιώσω αὐτὸν⸃ ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν *⸉ τὴν οἰκίαν αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὴν οἰκίαν TNT2 WH NA NIV SBL ⸉τὴν οἰκίαν αὐτοῦ⸊ ἐπὶ τὴν πέτραν· 25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν *⸉ τὴν οἰκίαν αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὴν οἰκίαν TNT2 WH NA NIV SBL ⸉τὴν οἰκίαν αὐτοῦ⸊ ἐπὶ τὴν ἄμμον· 27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28 Καὶ ἐγένετο ὅτε *⸂ συνετέλεσεν RP f 35 TR ¦ ἐτέλεσεν TNT2 WH NA NIV SBL ⸂συνετέλεσεν⸃ ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. *⸆ – RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL ⸆
<- ΜΑΤΘΑΙΟΝ 6ΜΑΤΘΑΙΟΝ 8 ->