1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 2 *⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25⸋καὶ⸌ λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς *⸂ ὑπὸ RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL ⸂ὑπὸ⸃ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ *⸉ αὐτοῦ ἦν RP f 35 TR ¦ ἦν αὐτοῦ TNT2 WH NA NIV SBL ⸉αὐτοῦ ἦν⸊ ἀκρίδες καὶ μέλι ἄγριον. 5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· 6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ *⸆ – RP f 35 TR ¦ ποταμῷ TNT2 WH NA NIV SBL ⸆ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα *⸋ αὐτοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 ⸋αὐτοῦ,⸌ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 Ποιήσατε οὖν *⸂ καρπὸν ἄξιον RP f 35 TNT2 WH NA NIV SBL ¦ καρποὺς ἄξιους TR ⸂καρπὸν ἄξιον⸃ τῆς μετανοίας· 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 Ἤδη δὲ *⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 11 Ἐγὼ μὲν *⸉ βαπτίζω ὑμᾶς RP f 35 TR ¦ ὑμᾶς βαπτίζω TNT2 WH NA NIV SBL ⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. *⸆ – RP f 35 ¦ καὶ πυρί TR TNT2 WH NA NIV SBL ⸆ 12 Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, *⸆ – RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2 ⸆ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14 *⸂ Ὁ δὲ Ἰωάννης RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ὁ δὲ WH NA25⸂Ὁ δὲ Ἰωάννης⸃ διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν *⸂ πρὸς αὐτόν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτῷ WH NA25 ⸂πρὸς αὐτόν,⸃ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. 16 *⸂ Καὶ βαπτισθεὶς RP f 35 TR ¦ Βαπτισθεὶς δὲ TNT2 WH NA NIV SBL ⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς *⸉ ἀνέβη εὐθὺς RP f 35 TR ¦ εὐθὺς ἀνέβη TNT2 WH NA NIV SBL ⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν *⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL ⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν *⸂2 τὸ πνεῦμα τοῦ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ πνεῦμα θεοῦ WH NA25 NIV11 SBL ⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν *⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL ⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17 Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
<- ΜΑΤΘΑΙΟΝ 2ΜΑΤΘΑΙΟΝ 4 ->